Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.550
Not analysed yet
τῶν ἀγνοουμένων ἔτι πολυτρόπως χειραγωγῶν. ἀνοήτως γὰρ λίαν, ὦ οὗτοι, φησὶν, ἐπὶ τοῖς παρ' ἐμοῦ σκανδαλίζεσθε λόγοις. εἰ γὰρ οὔπω πιστεύειν ἐγνώκατε, καίτοι πολλάκις μυσταγωγούμενοι, ὅτι ζωὴν ὑμῖν ἐνήσει τὸ ἡμέτερον σῶμα, τίνα τρόπον διατεθήσεσθε, φησὶν, ὅταν αὐτὸ καὶ εἰς οὐρανὸν ἀνιπτάμενον βλέπητε; οὐ γὰρ ὑπισχνοῦμαι μόνον, ὅτι καὶ εἰς αὐτὸν ἀναβήσομαι τὸν οὐρανὸν, ἵνα μὴ πάλιν λέγητε τό Πῶς· ἀλλ' ἐν ὀφθαλμοῖς ὑμῖν ἡ θέα στήσεται, πάντα δυσωποῦσα τὸν ἀντιλέγοντα. ἐὰν οὖν βλέπητε, φησὶν, εἰς τὸν οὐρανὸν ἀναβαίνοντα τὸν υἱὸν τοῦ ἀνθρώπου, τί ἐρεῖτε πάλιν; ἐλεγχθήσεσθε γὰρ οὐ μετρίως ἀφραίνοντες. εἰ γὰρ μὴ δύνασθαι τὴν ἐμὴν σάρκα τὴν ζωὴν ὑμῖν ἐνθεῖναι λογίζεσθε, πῶς πτηνοῦ δίκην εἰς οὐρανὸν ἀναβήσεται; εἰ γὰρ μὴ δύναται ζωοποιεῖν, ὅτι μὴ πέφυκε ζωοποιεῖν, πῶς ἀεροβατήσει, πῶς δὲ εἰς οὐρανοὺς ἀναβήσεται; καὶ τοῦτο γὰρ ὁμοίως ἀδύνατον τῇ σαρκί. εἰ δὲ ἀναβαίνει παρὰ φύσιν, τί τὸ κωλύον ἔτι καὶ ζωοποιεῖν αὐτὴν, καὶ εἰ μὴ πέφυκε ζωοποιεῖν, ὅσον εἰς ἰδίαν φύσιν; ὁ γὰρ οὐράνιον ἀποδείξας τὸ ἀπὸ γῆς, καὶ ζωοποιὸν ἀποτελέσει, καὶ εἰ πέφυκε φθείρεσθαι κατὰ τὸν ἴδιον λόγον. Ἐπιτηρητέον δὲ ὅπως οὐκ ἀνέχεται πάλιν εἰς δύο καταμερίζεσθαι χριστοὺς, κατὰ τὴν τινῶν ἀβουλίαν. ἀμέριστον γὰρ ἑαυτὸν πανταχῇ φυλάττει μετὰ τὴν ἐνανθρώπησιν. τὸν γὰρ υἱὸν τοῦ ἀνθρώπου φησὶν ἀναβαίνειν ὅπου ἦν τὸ πρότερον, καίτοι τοῦ ἐκ γῆς σώματος οὐκ ὄντος ἄνω πρὸ τούτου, μόνου δὲ ἔτι καὶ καθ' ἑαυτὸν τοῦ Λόγου, πρὸ συνδρομῆς τῆς εἰς σάρκα· καλῶς οὖν ὁ Παῦλος τό "Εἷς Κύριος Ἰησοῦς Χριστὸς" ἐν ἰδίαις τέθεικεν ἐπιστολαῖς. εἷς γὰρ Υἱὸς, καὶ πρὸ τῆς σαρ-