Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.56
Not analysed yet
ἄτρεπτον ὄντα κατὰ φύσιν τοῦτο μένειν ὅπερ ἐστὶν, ἵνα πρὸς τῷ εἶναι Θεὸς καὶ Πατὴρ, ὑπάρχῃ καὶ ἀναλλοίωτος, ἀναλλοίωτον ἔχων ἐν ἑαυτῷ τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον, τουτέστι τὸν Υἱόν. Ἄλλο. Κατῃτιᾶτό τινας διὰ τῶν ἁγίων προφητῶν ὁ Νομοθέτης καὶ Θεὸς λέγων "Ἀνὰ μέσον ἁγίου καὶ βεβήλου "οὐ διέστελλον·" πολλὴ γὰρ ὄντως ἐν τούτοις ὁρᾶται τρόπων διαφορὰ, ἤτοι ἐναντιότης, παρὰ τοῖς ἐθέλουσι φιλοκρινεῖν. ἀλλ' εἴπερ ἐνδέχεται τὴν τῶν ὁμοουσίων εἰς ἑαυτὴν ἀνακιρνᾶσθαι φύσιν, καὶ τὰ ἐν ἰδιαζούσαις τε καὶ ἀτόμοις ὑποστάσεσιν ὄντα δραπετεύσει πρὸς ὅπερ ἂν βούληται τῶν ὁμογενῶν, ἢ ὁμοειδῶν· ποῖος ἡμῖν ἄρα διαστέλλει λόγος τῶν ἁγίων τὸν βέβηλον, εἰ μηδαμόθεν ὁρᾶται τοῦ ἰδίως ὄντος, ἢ τοῦ τίς ἐστι, διαφορὰ, διὰ δὲ τὴν ταυτότητα τῆς οὐσίας ἐν τῷ ἑτέρῳ κεῖται τὸ ἕτερον; ἔστω τοίνυν ἡμῖν, ἀδιαφορούσης ἐντεῦθεν τῆς ἐφ' ἑκάστῳ γνώσεως, συγκεχυμένα τὰ πάντων εἰς πάντα· καὶ ὁ μὲν προδότης Ἰούδας, ὡς Πέτρος ἢ Παῦλος, ὡς ὁμοούσιος Πέτρῳ καὶ Παύλῳ· Πέτρος δ' αὖ πάλιν ἢ Παῦλος, Ἰούδας, ἅτε δὴ καὶ πρὸς αὐτὸν ὄντες ὁμοούσιοι. ἀλλ' ἔστι τὸ οὕτω φρονεῖν ἀλογώτατον, καὶ οὐκ ἀναιρήσει πάντως τὴν κατά τι τῶν ὁμογενῶν ἢ ὁμοειδῶν πρὸς ἄλληλα διαφορὰν τὸ εἶναι τῆς αὐτῆς οὐσίας αὐτά. οὐκ ἄρα καὶ τὸ ἐφ' ἡμῶν ἀσθενοῦν κατὰ τῆς θείας οὐσίας τοσοῦτον ἐκνεανιεύσεται, ὡς ἐπαναγκάσαι Λόγον εἶναί τε καὶ καλεῖσθαι τὸν Θεὸν καὶ Πατέρα, ἐπειδήπερ ἐστὶν ὁμοούσιος Λόγῳ. μένει γὰρ ἀεὶ Πατὴρ, τὴν τοῦ τί ἐστι κατὰ τοῦτο διαφορὰν οὐδαμόθεν ζημιοῦσθαι δυνάμενος, ἀλλ' οὐδὲ τῇ ταυτότητι τῆς οὐσίας τὸ μηδὲν ἰδίως κεκτῆσθαι παραχωρῶν· καὶ πλεονεκτήσει μὲν οὐδαμῶς κατὰ τοῦτο τὸν Υἱὸν, γνήσιον δὲ μᾶλλον ἀποδείξει, καὶ ἐξ αὐτοῦ κατὰ φύσιν ἔχοντα τὸ ἄτρεπτον καὶ