Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.551
Not analysed yet
κώσεως καὶ μετὰ τὴν σάρκωσιν, καὶ οὐκ ἀλλότριον τοῦ Λόγου τὸ ἴδιον αὐτοῦ λογιούμεθα σῶμα· διὰ γάρ τοι τοῦτο καὶ υἱὸν ἀνθρώπου φησὶ τὸν ἄνωθεν ἐξ οὐρανοῦ καταφοιτήσαντα Λόγον· σὰρξ γὰρ ἐγένετο, κατὰ τὸν μακάριον Εὐαγγελιστὴν, καὶ οὐκ εἰς σάρκα μεταχωρήσας ἐκ παρατροπῆς· ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος κατὰ φύσιν ἐστὶν, ὡς Θεός· ἀλλ' ὡς ἐν ἰδίῳ κατοικήσας ναῷ, τῷ ἐκ παρθένου φημὶ, καὶ ἄνθρωπος γεγονὼς κατὰ λόγον ἀληθινόν. ἀναβήσεσθαι δὲ λέγων, ἔνθα καὶ πρότερον ἦν, δίδωσί πως ἐννοεῖν τοῖς ἀκροωμένοις, ὅτι καταβέβηκεν ἐξ οὐρανοῦ· ἦν γὰρ οὕτως εἰκὸς συνέντας τοῦ λόγου τὴν δύναμιν, οὐχ ὡς ἀνθρώπῳ προσέχειν μόνον, ἀλλ' εἰδέναι λοιπὸν καὶ τὸν ἐν σαρκὶ Θεὸν Λόγον, πιστεύειν τε ὅτι καὶ ζωοποιὸν ἔσται τὸ σῶμα αὐτοῦ. Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Οὐ σφόδρα, φησὶν, ἀσυνέτως τὸ μὴ δύνασθαι ζωοποιεῖν περιτεθείκατε τῇ σαρκί· ὅταν γὰρ μόνη νοῆται καὶ καθ' ἑαυτὴν ἡ τῆς σαρκὸς φύσις πως, οὐκ ἔσται δηλονότι ζωοποιός· ζωογονήσει μὲν γάρ τι τῶν ὄντων οὐδαμῶς, δεῖται δὲ μᾶλλον αὐτὴ τοῦ ζωογονεῖν ἰσχύοντος. ἐπὰν δὲ τὸ περὶ τῆς ἐνανθρωπήσεως πολυπραγμονῆται μυστήριον, εἶτα τίς ὁ ἐνοικῶν τῇδε τῇ σαρκὶ μανθάνητε, διατεθήσεσθε πάντως, φησὶν, εἰ μὴ καὶ αὐτοῦ κατηγορεῖτε τοῦ θείου Πνεύματος, ὅτι δύναται ζωοποιεῖν, κἂν μηδὲν ὅλως ἡ σὰρξ ἐξ ἑαυτῆς ὠφελῇ. ἐπειδὴ γὰρ ἥνωται τῷ ζωοποιοῦντι Λόγῳ, γέγονεν ὅλη ζωοποιὸς πρὸς τὴν τοῦ βελτίονος ἀναδραμοῦσα δύναμιν, οὐκ αὐτὴ πρὸς τὴν ἰδίαν βιασαμένη φύσιν, τὸν οὐδαμόθεν ἡττώμενον. κἂν ἀσθενῇ τοιγαροῦν ἡ τῆς σαρκὸς φύσις, ὅσον ἧκεν εἰς ἑαυτὴν, εἰς τὸ δύνασθαι ζωοποιεῖν, ἀλλ' οὖν ἐνεργήσει τοῦτο τὸν ζωοποιὸν ἔχουσα Λόγον, καὶ ὅλην αὐτοῦ τὴν