Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.557
Not analysed yet
ἔχεις καὶ τούτου τὸν τύπον ἐν ἀρχαιοτέροις συγγράμμασιν. ὅνπερ γὰρ τρόπον τοῖς κατὰ τὴν ἔρημον ἀπιστήσασι τῷ Θεῷ, τὸ εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας οὐ δέδοται, οὕτω καὶ τοῖς διὰ τῆς ἀπειθείας ἀτιμάζουσι τὸν Κύριον, οὐκ ἐδόθη τὸ εἰσελθεῖν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, ἧς ἦν ὁ τύπος τῆς ἐπαγγελίας ἡ γῆ. καὶ οὐκ "ἄδικος ὁ Θεὸς ὁ "ἐπιφέρων ἑκάστῳ τὴν ὀργήν·" δίκαιος γὰρ ὢν κατὰ φύσιν ὁριεῖ πάντως ὀρθὰ, καὶ τὸ οἰκεῖον ἀπευθυνεῖ κρῖμα πρεπόντως τῇ ἰδίᾳ φύσει, κἂν μὴ νοοῖμεν αὐτοὶ τῆς ὑπὲρ ἡμᾶς οἰκονομίας τὴν ὁδόν. Χρησίμως γεμὴν ὁ μακάριος Εὐαγγελιστὴς πάντα φησὶν εἰδέναι τὸν Ἰησοῦν, καὶ οὐκ ἀγνοῆσαι πάλιν τίνες μὲν οἱ ἀπειθήσειν μέλλοντες, τίς δὲ ὁ τῆς εἰς αὐτὸν δυσσεβείας ὑπουργὸς, ἵνα πάλιν νοῆται Θεὸς, ὡς "εἰδὼς τὰ πάντα πρὶν "γενέσεως αὐτῶν." Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ' αὐτοῦ περιεπάτουν. Σκληρά πως ἐστὶ τοῖς ἀσυνέτοις ἀεὶ τὰ σοφὰ, καὶ ὅπερ ἂν οἴηταί τις καὶ οὐ μετρίως ὀνήσειν αὐτοὺς, τοῦτο πολλάκις ὁρᾶται καὶ ἐπιζήμιον. ὅνπερ γὰρ τρόπον τοῖς τὴν ὄψιν ἀλγοῦσι τὴν σωματικὴν μάχεται μὲν τοῦ ἡλίου τὸ φῶς, ἡδὺ δέ πως ἐστὶ τὸ ἀφεγγέσιν ἐγκαθιδρύεσθαι τόποις, οὕτω τοῖς νοσοῦσι τὰ κατὰ τὸν νοῦν, ἀπεχθῆ μὲν τῶν μαθημάτων τὰ περισκελέστερα, καὶ τὰ δυσευρέτοις ἐννοίαις ἐπεσκιασμένα, βδελυρώτατα, κἂν πολὺ τὸ ὠφέλιμον ἔχοι, προσφιλῆ δὲ μᾶλλον τὰ μικρὰ καὶ ἡδίονα, κἂν μηδὲν ἔσθ' ὅτε περιποιῇ τὸ λυσιτελές. ἢ γὰρ οὐκ ἐκ τῶν προκειμένων τὸ εἰρημένον ἀληθὲς ὂν εὑρήσομεν; τὸ θεῖον καὶ μέγα μυστήριον παρα-