Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.558
Not analysed yet
τιθέντος Χριστοῦ, καὶ διὰ ποικίλων θεωρημάτων ἀνοιγνύντος τὴν ἐπ' αὐτῷ κατάληψιν, καὶ μονονουχὶ περιστέλλοντος ἤδη τὸ καταπέτασμα τοῦ ναοῦ, καὶ τὴν ἐσωτέραν σκηνὴν ἐκκαλύπτοντος, καταμυσάττονται μὲν τὸν οὕτω σοφόν τε καὶ οὐράνιον λόγον, ἀπονεύουσι δὲ πάλιν εἰς ἀμαθίαν κτηνοπρεπῆ, καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω, καθάπερ φησὶν ὁ Εὐαγγελιστὴς, καὶ τὸ περιπατεῖν ἔτι σὺν αὐτῷ παραιτούμενοι. τοῦτο γὰρ ὄντως ἐστὶ τὸ ὀπίσω πεσεῖν. διὰ τοῦτο καὶ διὰ τοῦ προφήτου φησὶ πάλιν Ἱερεμίου πρὸς τὴν ἀγνώμονα καὶ φιλόνεικον Ἱερουσαλὴμ, τὴν τῶν ἀπειθούντων δηλονότι τροφόν "Σὺ ἀπεστράφης με, λέγει Κύριος, καὶ ὀπίσω "πορεύσῃ·" καὶ γὰρ δὴ κατὰ λόγον ἀληθῆ τῇ τῶν ἀγαθῶν ἀποστροφῇ τὸ ὀπίσω πίπτειν ἀκολουθεῖ· Θεὸς δὲ τὸ πᾶν ἀγαθόν. οὐκοῦν ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ πεπτώκασιν ἀνόπιν οἱ δείλαιοι, τῷ Σωτῆρι μὴ συμβαδίζοντες ἔτι, πρὸς ἑτέρας δὲ ὥσπερ τραπόμενοι τρίβους, καὶ εἰς τὰ συνήθη κατασυρόμενοι πάθη. Ἀλλ' ἴδωμεν πάλιν, εἰ μὴ καὶ τούτου τὸν τύπον ἐν τοῖς τοῦ Μωυσέως εὑρίσκομεν λόγοις. οὐκοῦν ὅτε μακρὰς διιππεύσαντες ὁδοὺς, καὶ τὴν ἀγρίαν ἐκείνην διελάσαντες ἔρημον, ἐπ' αὐτῇ λοιπὸν ἦσαν τῆς ἐπαγγελίας τῇ γῇ, κατασκεψόμενοι ταύτην κατὰ θεῖον ἀπεστέλλοντο πρόσταγμα Ἰησοῦς τε ὁ τοῦ Ναυῆ, καὶ σὺν αὐτῷ τινες ἕτεροι. ὡς δὲ διοπτεύσαντες ἅπασαν ἐπὶ Μωυσέα πάλιν ἀνεκομίζοντο, προσελάλουν τῇ συναγωγῇ πικρὰ μέν τινες· γῆ γὰρ, ἔφασκον, ἣν κατεσκεψάμεθα αὐτὴν, χαλεποὺς ἔχει τοὺς οἰκήτορας, καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ, καὶ ὅσαπερ ἦν τοὺς ἀκροωμένους ὀῤῥωδεῖν ἀναπείθοντα προστιθέντες διετέλουν. Ἰησοῦς δὲ μετ' ἐκείνους πολλοῖς μὲν ἐπαίνοις καταστέφειν ἐπειρᾶτο τὴν γῆν, παρεκάλει δὲ λέγων "Ἡ γῆ, ἣν κατεσκε-