Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.559
Not analysed yet
"ψάμεθα αὐτὴν, ἀγαθὴ σφόδρα· εἰ αἱρετίζει ἡμᾶς Κύριος, "εἰσάξει ἡμᾶς εἰς αὐτήν." ἀλλὰ τῶν Ἰουδαίων οἱ πρόγονοι καταλιθοῦν μὲν ὅτι πρέποι τὸν Ἰησοῦν διετείνοντο· τοῦ δὲ πάντα ἰσχύοντος Θεοῦ τὸ μηδὲν δύνασθαι καταψηφιζόμενοι, "καθίσαντες ἔκλαιον," καθὰ γέγραπται, καὶ παροξύνουσι μὲν ἐπὶ τούτοις εἰκότως τὸν ἁπάντων Δεσπότην. ἐπειδὴ δὲ ἦσαν ἀπειθεῖς οὕτω καὶ ὑβρισταὶ, τῆς ἐπαγγελίας ἀποπεπτώκασιν· "Ὡς γὰρ ὤμοσα, φησὶν, ἐν τῇ ὀργῇ μου Εἰ εἰσε"λεύσονται εἰς τὴν κατάπαυσίν μου." εἶτα τί τὸ ἐπὶ τούτοις; παλινδρομεῖν αὐτοῖς, καὶ ὀπίσω βαδίζειν ἐσαῦθις ἐπιτάττει Θεός· λέγει γὰρ πρὸς Μωυσέα "Αὔριον ἀπάραντες "ἐπιστράφητε ὑμεῖς ὁδὸν θάλασσαν ἐρυθράν." ἐπειδὴ γὰρ εἰσελθεῖν οὐκ ἐβουλήθησαν, εἰς ἣν ἐκλήθησαν γῆν, πέμπονται πρὸς ἀποστροφὴν, καὶ τὴν αὐτὴν αὖθις ἀνελίττειν ὁδὸν ἀναγκάζονται· οὐ γὰρ ἠθέλησαν ἀκολουθῆσαι τοῖς Ἰησοῦ λόγοις, οὐδὲ ἀγαθὴν ἀκούοντες τὴν γῆν, ἐτίμων τῇ συναινέσει τὸν σύμβουλον. ὅπερ οὖν ἐκεῖνοι τότε πεπόνθασι, τοῦτο καὶ οὗτοι νυνί. διδασκόμενοι γὰρ τὴν ὁδὸν τῆς αἰωνίου ζωῆς, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰστρέχειν παρακαλούμενοι, ταῖς ἀπειθείαις ὑβρίζουσι· διὰ τοῦτο δικαίως ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ τὸ συμβαδίζειν ἔτι τῷ καθηγουμένῳ πρὸς σωτηρίαν ταῖς ἑαυτῶν δυστροπίαις ζημιούμενοι. Εἶπεν οὖν τοῖς δώδεκα ὁ Ἰησοῦς Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Οὐ προτρέπει πρὸς ἀπόστασιν τοὺς ἁγίους ἀποστόλους ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὐδὲ ἐλευθέραν αὐτοῖς καὶ ἀκατηγόρητον τοῦ πράγματος ἐπιδεικνύει τὴν ἄδειαν, ἀλλ' οὐδὲ προχείρως ἀπονεύειν ἐφίησιν, ὡς οὐδὲν πεισομένους ἐκ τούτου τὸ βλάβος· ἀπειλεῖ δὲ μᾶλλον εὐφυῶς, ὡς εἰ μὴ