Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.560
Not analysed yet
φαίνοιντο κρείττους τῆς Ἰουδαίων ἀπαιδευσίας, ὀπίσω καὶ αὐτοὶ πεμφθήσονται, καὶ οὐκέτι σὺν αὐτῷ βαδιοῦνται, κατοιχήσονται δὲ πρὸς ἀπώλειαν. οὐ γὰρ ὁ πολὺς ἐν ἀριθμῷ προσκυνητὴς πάντως ἔσται παρὰ Θεῷ καὶ τίμιος, ἀλλ' ὁ ἐν ὀρθῇ διαπρέπων πίστει, καὶ εἰ φαίνοιτο βραχύς. διὰ τοῦτο πολλοὺς μὲν εἶναι τοὺς κεκλημένους ἡ θεία λέγει γραφὴ, παραδεχθήσεσθαι δὲ μόνους τοὺς ἐκλεκτοὺς, καὶ δοκιμωτάτους ὀλίγους ὄντας κομιδῆ. καὶ τοῦτο γὰρ αὐτὸς ὁ θεῖος ἡμῖν διεμαρτύρατο λόγος. ὅμοιον τοίνυν ὡς εἰ καὶ ἔφασκε τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Σωτήρ Εἰ μὲν τοῖς ἡμετέροις ἀμελλητὶ καταπείθεσθε λόγοις, εἰ τὸ κατηγοροῦν ἐνδοιάζειν ἀφέντες ἀπεριεργάστῳ πίστει λοιπὸν παραδέχεσθε τὸ μυστήριον, εἰ πικρὸν ὑμῖν φαίνεται καὶ βδελυρίας οὐ τῆς τυχούσης ἀνάμεστον τὸ σκληρίαν τῶν ἐμῶν κατηγορῆσαι λόγων, εἰ παραιτεῖσθε λέγειν Ἰουδαϊκῶς "Πῶς δύναται "ἡμῖν οὗτος δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν;" ὄψομαί τε συνόντας ἡδέως, καὶ συνδιαιτήσομαι χαίρων, καὶ γνησίους ὄντας ἀγαπῶ· εἰ δὲ τοῖς ὀπίσω πεσοῦσι τὰ ἴσα φρονεῖν ἐγνώκατε, καὶ συναποτρέχειν ἐφίημι, καὶ συναπελαύνω δικαίως. οὐ γὰρ ἐπιλείψουσι προσκυνηταὶ, τῶν εὐαγγελικῶν κηρυγμάτων οὐκ εἰς μόνην λαληθησομένων τὴν Ἰουδαίαν, ἀλλ' εἰς πᾶσαν ἤδη περιφοιτώντων τὴν οἰκουμένην, καὶ καθάπερ εἰς θίασον ἕνα τοὺς ἁπανταχόσε καλούντων, καὶ συναγειρόντων εὐπετῶς ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν. "Ἴδε τοιγαροῦν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ," καθάπερ ὁ Παῦλός φησι· καὶ ἀποτομίαν μὲν ἐπὶ τοῖς ἀπειθήσασι, χρηστότητα δὲ πάλιν ἐπὶ τοῖς μέλλουσιν ἐπιγινώσκειν αὐτὸν, ἐὰν ἐπιμένωσι τῇ χρηστότητι, καθάπερ που πάλιν ὁ Παῦλος διισχυρίσατο· ἐπεὶ καὶ αὐτοὶ ἐκκοπήσονται· ὁ γὰρ τῶν κατὰ φύσιν οὐ φεισάμενος κλάδων, οὐδὲ τῶν ἐγκεντρισθέντων