Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.57
Not analysed yet
ἀναλλοίωτον τοῦ γεννήσαντος, καὶ διὰ τοῦ κεκτῆσθαι καὶ αὐτὸν ἰδίως καὶ μόνον τὴν υἱότητα, καὶ εἰς Πατέρα μὴ μεταβάλλεσθαι, ὥσπερ οὖν οὐδὲ ἐκεῖνος εἰς Υἱόν. Πρόβλημα, ἤτοι ἀντίθεσις ἑτέρα ὡς παρὰ τῶν αἱρετικῶν. „Οὐκ εὐλόγως, φασὶν, ὡς οὐ φρονοῦσιν ὀρθῶς ἐπισκή„πτετε τοῖς ἕτερον εἶναι λέγουσι τὸν ἔμφυτον ἐν τῷ Θεῷ „καὶ Πατρὶ Λόγον παρὰ τὸν Υἱόν· καίτοι σαφῶς αὐτοῦ „λέγοντος ἀκούοντες ἐν ταῖς εὐαγγελικαῖς ἐξηγήσεσιν, ὅτι „οἶδα τὸν Πατέρα καὶ τὸν λόγον αὐτοῦ τηρῶ. εἰ δὲ, „καθάπερ αὐτὸς διισχυρίσατο, τὸν τοῦ Πατρὸς τηρεῖ λόγον, „ἕτερος ἂν εἴη πάντως δήπου καὶ ἀναγκαίως, ὡς πρὸς αὐτὸν, „ἐπειδήπερ ἀνάγκη τὴν τῆς ἑτερότητος σώζεσθαι διαφορὰν „τῷ τηροῦντι πρὸς τὸ τηρούμενον. “Λύσεις ἐφεξῆς διάφοροι δεικνύουσαι σαφῶς, ὅτι ὁ Λόγος ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός. Εἰ μὴ αὐτός ἐστιν ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Λόγος αὐτοῦ, ἕτερος δέ τις ἐνυπάρχει τῷ Θεῷ παρ' αὐτὸν, ὃν ἐνδιάθετον ὀνομάζουσιν, οἱ τὴν ἐναντίαν προϊσχόμενοι δόξαν λεγέτωσαν ἡμῖν, πότερόν ποτε ὁ διὰ τῆς αὐτῶν ἀμαθίας ἐπινοούμενος λόγος ἐνυπόστατός ἐστιν, ἢ οὐχί· εἰ μὲν γὰρ ἐροῦσιν ὑφεστάναι καθ' ἑαυτὸν ἐν ὑπάρξει νοούμενον ἰδίᾳ, δύο δὴ πάντως ὁμολογήσουσιν εἶναι υἱούς· εἰ δὲ ἀνυπόστατον ἐροῦσιν αὐτὸν, οὐδενὸς μεσολαβοῦντος ἔτι καὶ διατειχίζοντος τὸν Υἱὸν, πῶς ἔσται τρίτος ἐκ Πατρὸς, καὶ οὐχὶ μᾶλλον προσεχῶς, ὡς Υἱὸς πρὸς Πατέρα; Ἄλλο διὰ τῶν αὐτῶν θεωρημάτων. Λόγον μὲν ὑπάρχειν τῷ Θεῷ καὶ Πατρὶ τὸν ἐνδιάθετον οἱ