Ancient Greek · ~3 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.561
Not analysed yet
φείσεται. ἴστω τοιγαροῦν καὶ παιδευέσθω διὰ τούτων ὁ χωλεύων ἐξ ἀνοίας περὶ τὴν πίστιν, ὡς εἰ μὴ βούλοιτο τῆς τοιαύτης καταλῆξαι νόσου, βαδιεῖται μὲν εἰς τὰ ὀπίσω, καὶ τὸν καθηγούμενον ἔτι πρὸς ζωὴν αἰώνιον οὐκ ἔχων κατοιχήσεται μὲν εἰς ᾅδου στυγνὸς, ἀνοιμώξει δὲ τὴν ἑαυτοῦ δυσβουλίαν· "Ἐκεῖ γὰρ ἔσται, φησὶν, ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς "τῶν ὀδόντων." εἰκὸς δὲ δὴ πάλιν καὶ ἕτερον ἡμῖν ὑποσημαίνεσθαι χρήσιμον διὰ τοῦ λέγειν τοῖς ἑαυτοῦ μαθηταῖς τὸν Ἰησοῦν Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; ἵνα γὰρ μὴ νομίζοιντο καὶ αὐτοὶ ταῖς Ἰουδαϊκαῖς ἀμαθίαις συναποφέρεσθαι, καὶ συγκατολισθάνειν τοῖς ἀπειθήσασιν, ἢ καὶ ἄλλως καταβοῆσαι μετ' ἐκείνων αὐτοῦ, ὡς σκληρὰ μὲν διδάσκοντος, ἀδύνατα δὲ μυσταγωγεῖν ἐπιχειροῦντος τοὺς ἀκροωμένους, ἐπυνθάνετο χρησίμως εἰ θελητὸν αὐτοῖς εἴη τὸ μετ' ἐκείνων ἀποφοιτᾶν, ἵνα διὰ τούτου καλέσῃ πρὸς ὁμολογίαν τῆς ὀρθῆς καὶ ἀκηράτου πίστεως, ὃ δὴ καὶ γέγονεν.