Ancient Greek · ~4 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.562
Not analysed yet
ΚΕΦΑΛΗ Δ. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ, καὶ ἡ κιβωτὸς δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τό τε τοῦ θυμιάματος καὶ τὸ τῶν καρπωμάτων, αὐτὸν ἐσήμαινε τὸν Χριστόν. Ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις. ΔΙ' ἑνὸς οἱ πάντες λαλοῦσι τοῦ προὔχοντος, τὴν ἁγίοις ὄντως πρεπωδεστάτην ἀποσώζοντες ἐπιστήμην, ἵνα δὴ τύπος τοῖς μετ' αὐτοὺς κἀν τούτῳ πάλιν εὑρίσκοιντο σώφρονός τε καὶ ἀξιαγάστου λογισμοῦ· χρῆν γὰρ εἰς διδασκάλου λαλεῖν ἀκοὰς, οὐχὶ πάντας ἀδιακρίτως προπηδῶντας τῶν ἄλλων προαλέστερον, καὶ τὸ ἀγορεύειν οὐκ αὐτοῖς πρεπόντως ἁρπάζοντας, παραχωρεῖν δὲ μᾶλλον ἐπείγεσθαι σοφῶς τοῖς οἵπερ ἂν εἶεν καὶ βουλῇ καὶ τάξει προτεταγμένοι. διὰ τοῦτο καὶ ὁ Παῦλος "Προφῆται, φησὶ, δύο ἢ τρεῖς λαλείτωσαν, καὶ ἀνὰ "μέρος." οὐ γὰρ ἐπειδήπερ τῇ τῆς προφητείας τετίμηνται χάριτι, διὰ τοῦτο χρῆναι αὐτοὺς καὶ ἀτάκτως ποιεῖσθαι τὸν λόγον ἐπεψηφίζετο· ἀλλ' ἐπείπερ ἦσαν ἅγιοι, διὰ τοῦτο δὴ μᾶλλον ἐπιστημόνως τοῖς ἀκροωμένοις προσλαλεῖν διεκελεύετο. οὐκοῦν ἐπιστήμης ἦν ἔργον ἁγιοπρεποῦς τὸ ὑπὲρ πάντων ἀπολογεῖσθαι μόνον ἐᾶν τὸν ᾧπερ ὑπῆρχε τὸ μεῖζον