Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.563
Not analysed yet
ἐν τάξει. Πρὸς τίνα τοιγαροῦν ἀπελευσόμεθα, φησὶν, ἀντὶ τοῦ Τίς ἡμᾶς μυσταγωγήσει τὰ παραπλήσια; ἢ καὶ τίνι προσελθόντες τὸ κρεῖττον εὑρήσομεν; ῥήματα ζωῆς αἰωνίου ἔχεις· οὐ σκληρὰ, καθάπερ ἐκεῖνοί φασιν, ἀλλ' εἰς τὸ πάντων ἐξαίρετον ἀναφέροντα, τουτέστιν, εἰς ἀκατάληκτον καὶ μακραίωνα βίον, καὶ φθορᾶς ἁπάσης ἐξῳκισμένην ζωήν. δῆλον δὲ δήπου πάντως ἡμῖν καὶ διὰ τούτων ἔσται τῶν λόγων, ὡς ἑνὶ καὶ μόνῳ διδασκάλῳ δεῖ προσκαθέζεσθαι τῷ Χριστῷ, καὶ προσεδρεύειν ἀδιαλείπτως τε καὶ ἀπερισπάστως αὐτῷ, καὶ αὐτὸν ποιεῖσθαι καθηγητὴν, ποδηγεῖν εἰδότα καλῶς εἰς ζωὴν τὴν ἀπέραντον. οὕτω γὰρ οὕτω καὶ εἰς τὴν οὐράνιόν τε καὶ θείαν αὐλὴν ἀναβησόμεθα, καὶ εἰς τὴν τῶν πρωτοτόκων ἐκκλησίαν εἰσελαύνοντες, τοῖς ὑπὲρ νοῦν τὸν ἀνθρώπινον ἐντρυφήσομεν ἀγαθοῖς. ὅτι γάρ ἐστιν ἀγαθόν τε καὶ σωτήριον χρῆμα τὸ μόνῳ βούλεσθαι κατακολουθεῖν τῷ Χριστῷ, καὶ αὐτῷ συνεῖναι διὰ παντὸς, καὶ αὐτὴ μὲν ἀναμφιλόγως ἡ τοῦ πράγματος πληροφορήσει φύσις. οὐδὲν δὲ ἧττον καὶ ἐκ τῶν ἀρχαιοτέρων γραμμάτων εἰσόμεθα. Οὐκοῦν ὅτε τὰς Αἰγυπτίων πλεονεξίας ἀποδυσάμενοι πρὸς τὴν τῆς ἐπαγγελίας γῆν οἱ ἐξ Ἰσραὴλ ἠπείγοντο, οὐκ ἀτάκτους ποιεῖσθαι τὰς πορείας αὐτοὺς ἐκέλευε Θεὸς, οὐδὲ ὅποιπερ ἄν τις ἐθελήσαι βαδίζειν ὁ νομοθέτης ἠφίει· πλανηθήσεσθαι γὰρ πάντως οὐκ ἔχοντας τὸν ἡγούμενον οὐκ ἀμφίβολον ἦν. διὰ τοῦτο γὰρ γέγραπται πάλιν πρὸς ὑποτύπωσιν ἡμετέραν ἐν τῷ βιβλίῳ τῷ καλουμένῳ τῶν ἀριθμῶν "Καὶ τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνὴ, ἐκάλυψεν ἡ νεφέλη τὴν "σκηνὴν, τὸν οἶκον τοῦ μαρτυρίου· καὶ τὸ ἑσπέρας ἦν ἐπὶ "τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωΐ. οὕτως ἐγίγνετο διὰ "παντὸς, ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας καὶ εἶδος πυρὸς "τὴν νύκτα. καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς,