Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.564
Not analysed yet
"καὶ μετὰ ταῦτα ἀπῆραν οἱ υἱοὶ Ἰσραήλ· καὶ ἐν τῷ τόπῳ "οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ· "διὰ προστάγματος Κυρίου ἀπαροῦσι. καὶ φυλάξονται οἱ "υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ καὶ οὐ μὴ ἐξάρωσι. "διὰ φωνῆς Κυρίου παρεμβαλοῦσι καὶ διὰ προστάγματος "Κυρίου ἀπαροῦσιν." ὁρᾷς ὅπως ἀκολουθεῖν ἐπιτάττονται, καὶ συναπαίρειν μὲν ἀπαιρούσῃ τῇ νεφέλῃ, συγκαταλύειν δὲ πάλιν αὐτῇ καὶ συγκατευνάζεσθαι; τὸ γὰρ συνεῖναι τῷ ποδηγοῦντι σωτήριον καὶ τότε μὲν ἦν τοῖς ἐξ Ἰσραὴλ, καὶ ἡμῖν δὲ νυνὶ τὸ μὴ χωρίζεσθαι Χριστοῦ. αὐτὸς γὰρ ἦν τοῖς ἀρχαιοτέροις καὶ ὡς σκηνὴ καὶ νεφέλη, καὶ ὡς πῦρ μορφούμενος· μετοισθήσεται δὲ πάλιν, ὡς ἐφικτὸν, τῆς ἱστορίας ὁ λόγος ἐπὶ τὸ πνευματικόν. ὅτε γὰρ "ἡ σοφία," κατὰ τὸ γεγραμμένον, "ᾠκοδόμησεν ἑαυτῇ οἶκον," καὶ τὴν ἀληθεστέραν ἔστησε σκηνὴν, τουτέστι, τὸν ἐκ παρθένου ναὸν, καταβέβηκεν εἰς αὐτὴν ἀπερινοήτως τε καὶ θεοπρεπῶς ὁ ἐν κόλποις ὢν τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸς Λόγος, καὶ γέγονεν ἄνθρωπος, ἵνα τοῖς μὲν ἤδη πεφωτισμένοις, καὶ "ὡς ἐν ἡμέρᾳ" περιπατοῦσι, κατὰ τὸν Παῦλον, νεφέλη γένηται συσκιάζουσα, καὶ τῶν ἐξ ἀσθενείας παθῶν τὸν καύσωνα παραλύουσα· τοῖς δὲ ἀγνοοῦσιν ἔτι καὶ πλανωμένοις, καὶ καθάπερ ἐν νυκτὶ καὶ σκότῳ διαιτωμένοις, πῦρ καταφωτίζον, καὶ εἰς τὴν τοῦ Πνεύματος ζέσιν μεταποιοῦν. θερμοὺς γὰρ εἶναι τῷ πνεύματι τοὺς οἵπερ εἰσὶν ἀγαθοὶ πιστεύομεν· οἶμαι γὰρ οὐχ ἑτέρου τινὸς ἕνεκα φαίνεσθαι μὲν ἐπὶ τῆς σκηνῆς τὴν νεφέλην ἐν ἡμέρᾳ, τὸ πῦρ δὲ τὴν νύκτα, ἢ τῆς ἤδη προαποδεδομένης ἡμῖν θεωρίας. τοῖσδε ἕπεσθαι τοῖς προστεταγμένοις μὴ αὐτομολεῖν εἰς ὁδοιπορίαν ἐπετάττετο, συναπαίρειν δὲ τῇ σκηνῇ καὶ συγκαταλύειν αὐτῇ, διὰ τύπου πάλιν ἵνα νοῇς