Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.58
Not analysed yet
δι' ἐναντίας ὁρίζονται, δι' οὗ κατὰ τὴν αὐτῶν ἀκαλλεστάτην ὑπόνοιαν, τὴν τοῦ Πατρὸς βούλησιν ὁ Υἱὸς ἐκδιδάσκεται· ἀλλ' ὅσην ἔχει μωρίαν αὐτοῖς τὸ ἐπὶ τούτῳ δόγμα, θεωρεῖν ἀναγκαῖον. ἐννοῆσαι δὲ τοιῶσδε προσήκει τὸν ἐπὶ τῷ πράγματι λογισμόν. τὸ πατὴρ ὄνομα, ὡς πρὸς τὸν υἱὸν οὐδὲν ἔχει τὸ μέσον, ὡς ἐξ ἀνάγκης εἰσβαῖνον. τί γὰρ ἔσται μέσον πατρὸς πρὸς υἱὸν, ἦ αὖ πάλιν υἱοῦ πρὸς πατέρα; ἀλλ' εἴπερ κατὰ τὴν ἐκείνων ἀμαθίαν διατειχίζει τοῦ Πατρὸς τὸν Υἱὸν μεσολαβοῦσα βούλησις καὶ λόγος ἐνδιάθετος, ὃν καὶ ταύτης εἶναί φασιν ἑρμηνευτικὸν, οὐκ ἔτ' ἂν νοοῖτο πατὴρ ὅλως ὁ Πατὴρ, ἀλλ' οὐδὲ υἱὸς ὁ Υἱὸς, εἴπερ ἐν ἰδίαις ὑποστάσεσι κεῖσθαι νοήσομεν τήν τε βούλησιν τοῦ Θεοῦ καὶ τὸν ταύτην διερμηνεύοντα λόγον. εἰ δὲ ἀνυπόστατα δώσομεν ὑπάρχειν αὐτὰ, ἀμέσως ἄρα καὶ προσεχῶς ὁ Υἱός ἐστιν ἐν τῷ Θεῷ καὶ Πατρί· ποῖ δὴ ἄρα λοιπὸν ὁ ἐνδιάθετος χωρήσει λόγος, ἢ ποῖον ἕξει τόπον ἡ βούλησις, ἑτέρα νοουμένη παρὰ τὸν Υἱόν; Ἄλλο διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Ὁμοούσιον εἶναι πιστεύομεν τὴν ἁγίαν καὶ προσκυνουμένην Τριάδα, κἂν ἡ τῶν αἱρετικῶν μανία μὴ βούληται· ἀλλ' οἶμαι προσήκειν ἐπὶ τῶν ὁμοουσίων παραδέχεσθαι καὶ τὸ ἀλλήλοις αὐτὰ κατὰ πάντα προσεοικέναι, κατά γε τὸν τῶν φυσικῶν ἰδιωμάτων λόγον. εἴπερ οὖν κατὰ τὴν τινῶν ἀβουλίαν ἐνυπάρχει τῷ Θεῷ καὶ Πατρὶ λόγος τις ἕτερος ἐνδιάθετος παρὰ τὸν Υἱὸν, ἕξει πάντως καὶ ὁ Υἱὸς λόγον ἐνδιάθετον ἐν ἑαυτῷ, ὡς εἰκὼν αὐτοῦ καὶ ἀπαράλλακτος τῆς ὑποστάσεως χαρακτὴρ, καθὰ γέγραπται· ἕξει δὲ ὁμοίως αὐτῷ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, κατὰ τὴν ἴσην τῶν νοημάτων ἀναλογίαν. γέγονεν οὖν ἡμῖν ἡ Τριὰς ἐν διπλῷ, καὶ