Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.579
Not analysed yet
ΚΕΦΑΛΗ Ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν· προκειμένου ῥητοῦ Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. Καὶ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν Ἰουδαῖοι ἀποκτεῖναι. ΜΕΤΑ ταῦτα, φησὶ, τὰ εἰρημένα τε καὶ πεπραγμένα, πάλιν ἐποιεῖτο τὰς διατριβὰς ἀσμενέστερον ἐν τῇ Γαλιλαίᾳ Χριστός· τοῦτο γὰρ οἶμαι τὸ περιεπάτει δηλοῦν· ἀλλ' οὐκ ἐθελούσιον αὐτῷ τὸ παρ' ἐκείνοις εἶναι, μᾶλλον δὲ ὡς ἐξ ἀνάγκης συμβαῖνον ἐπιδεικνύει προστεθεικὼς τὰς αἰτίας. ἤθελον γὰρ, φησὶν, αὐτὸν ἀποκτεῖναι Ἰουδαῖοι· διὰ τοῦτο τοῖς ἀλλογενέσι καὶ εἰς μακροὺς ἑαυτὸν ἐχαρίζετο χρόνους, τὸ ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν παραιτούμενος. ἀλλ' οἶμαι πάλιν οὐδὲν ἧττον διὰ τούτων ἐπὶ πολλῇ λίαν δυστροπίᾳ κατηγορεῖσθαι τὸν Ἰσραὴλ, εἴ γε τοῦ διαιτᾶσθαι παρ' αὐτῷ πολύ τι κρεῖττον ἐφαίνετο τὸ παρὰ τοῖς ἐξ ἐθνῶν εὑρίσκεσθαι μᾶλλον· ἦν δὲ ἄρα τουτὶ τὸ διὰ τοῦ προφήτου πεφωνημένον Ἱερεμίου "Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κλη"ρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς "χεῖρας ἐχθρῶν αὐτῆς·" τὸ γὰρ ἔξοικον μὲν διὰ τὴν τῶν