Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.59
Not analysed yet
ἐν συνθέσει λοιπὸν ἡ θεία φαίνεται φύσις. ἀλλὰ τοῦτο ἄτοπον· ἐν δὲ ταῖς ἁπλαῖς οὐσίαις, οὐδὲν ἕτερόν τι ἐστὶ τὸ παρ' αὐτάς· οὐδὲν ἄρα διακωλύσει τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα προσεχῶς συνῆφθαι, μεσολαβοῦντος οὐδενός. Ἄλλο διηγηματικῶς. Ὅτε τὰ ὀνόματα προτατττομένων τῶν ἄρθρων ἡ θεία τίθησι γραφὴ, τότε καὶ ἕν τι σημαίνει, ὃ μόνον ἐστὶ κυρίως καὶ ἀληθινῶς, ὁποῖον εἶναι λέγεται· ἄρθρον δὲ οὐ προθεῖσα, γενικωτέραν ποιεῖται κατὰ παντὸς τοῦ σημαινομένου τὴν δήλωσιν, οἷον· ἥξει γὰρ ὁ λόγος καὶ δι' ἐναργοῦς ἀποδείξεως· πολλοὶ καλοῦνται θεοί· ἀλλ' ὅταν μετὰ τοῦ ἄρθρου λέγηται Ὁ Θεὸς, τὸν μόνον ὄντα καὶ κυρίως σημαίνει· ἁπλούστερον δὲ, καὶ ἄρθρου χωρὶς, ἕνα τυχὸν τῶν εἰς τοῦτο κατὰ χάριν κεκλημένων. καὶ πάλιν ἄνθρωποι πολλοί· ἀλλ' ὅτε μετὰ τοῦ ἄρθρου φησὶν ὁ Σωτήρ Ὁ υἱὸς τοῦ ἀνθρώπου, ὡς ἐκλελοχισμένον ἀπὸ μυριάδων ἑαυτὸν κατασημαίνει. τοῦτον ἐχόντων τῶν ὀνομάτων τὸν τύπον παρὰ τῇ θείᾳ γραφῇ, πῶς ἄρα προσήκει νοῆσαι τό Ἐν ἀρχῇ ἦν ὁ Λόγος; εἰ μὲν γὰρ πᾶς λόγος τοῦ Θεοῦ διὰ τούτου σημαίνεται, ὡς ὑπάρχων ἐν ἀρχῇ, δεικνύτωσαν αὐτοὶ, καὶ ληροῦμεν ἡμεῖς· εἰ δὲ προτάξας τὸ ἄρθρον ὁ εὐαγγελιστὴς, ὡς ἕνα καὶ κυρίως ὄντα σημαίνει, βοῶν Ἐν ἀρχῇ ἦν ὁ Λόγος· τί μάτην φιλονεικοῦσιν ἕτερον ἐπεισφέροντες, ἵνα μόνον ἐκπέμπωσι τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱόν; ἐννοοῦντας δὲ τὸ ἐπὶ τούτοις ἄτοπον παραιτεῖσθαι προσήκει τὴν τῶν ἑτεροδοξούντων ἀβουλίαν. Ἄλλο, δεικνύον ὅτιπερ οὐ κατὰ τὸν ἐνδιάθετον λόγον, ὡς ἐκεῖνοί φασι, μορφοῦται ὁ Υἱὸς, ἀλλ' εἰκών ἐστιν αὐτοῦ τοῦ Πατρός. Εἰ διὰ τοῦτο Λόγος ἐστί τε καὶ ὀνομάζεται κατ' ἐκείνους