Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.60
Not analysed yet
ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ὅτι δὴ τὸν ἐνδιάθετον τοῦ Πατρὸς δεχόμενος λόγον, οἱονεὶ μορφοῦται πρὸς ἐκεῖνον, τί μὴ λέγων ὁρᾶται πρὸς τοὺς ἑαυτοῦ μαθητάς Ἐγὼ καὶ ὁ λόγος τοῦ πατρὸς ἕν ἐσμεν, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν λόγον τοῦ πατρός; ἐπειδὴ δὲ πάντα ὑπερβὰς ἑαυτὸν ἐξομοιοῖ μόνῳ μόνος τῷ Πατρὶ, οὐδενὸς ἄρα μέσου χωροῦντος πρὸς τὴν ὁμοίωσιν, αὐτῷ τῷ γεννήτορι καὶ οὐχ ἑτέρῳ τινὶ παρ' αὐτὸν προσεοικὼς ὁ Υἱὸς νοηθήσεται. Ἀντίθεσις, ὡς ἐκ τῶν δι' ἐναντίας. „Ἕτερον, φασὶν, ὄντα τὸν Υἱὸν παρὰ τὸν ἐνδιάθετον τοῦ „Θεοῦ λόγον εὑρίσκομεν, οὐ ταῖς ἑαυτῶν ἐννοίαις εἰς τοῦτο „προσέχοντες, ἀλλὰ τοῖς ἀπὸ τῆς θείας γραφῆς θεωρήμασι· „τί γὰρ ἐροῦμεν ὅταν ἀκούσωμεν τοῦ Υἱοῦ λέγοντος πρὸς „τὸν Πατέρα ‘Δόξασόν σου τὸν Υἱόν·’ τοῦ δὲ Πατρὸς αὖ „πάλιν ἀποκρινομένου καὶ λέγοντος ‘Καὶ ἐδόξασα καὶ „’πάλιν δοξάσω.’ ἆρα οὐχὶ πάντως ἐν λόγῳ δώσομεν „ἀπολογεῖσθαι τῷ Υἱῷ τὸν Πατέρα; πῶς οὖν οὐχ ἕτερος „παρὰ τὸν Υἱὸν ὁ δι' οὗ πρὸς αὐτὸν ὁ Πατὴρ ἀντιφθέγ„γεται; “Πρὸς τοῦτο λύσεις ἐφεξῆς διάφοροι. Ἀποθαυμάζειν ἄξιον, μᾶλλον δὲ ἤδη καὶ ὀλοφύρεσθαι τοὺς ἀνοσίους αἱρετικοὺς, καὶ δὴ κἀκεῖνο λέγειν ἐπ' αὐτοῖς τὸ ἐν προφήταις λαλούμενον "Μὴ κλαίετε τὸν τεθνηκότα "μηδὲ θρηνεῖτε αὐτόν· κλαύσατε κλαυθμῷ τὸν" τοιαῦτα περὶ τοῦ Μονογενοῦς φρονοῦντα καὶ λέγοντα· τί γὰρ ἂν γένοιτο τῶν τοιούτων ἀθλιώτερον, εἴ γε κυρίως τε καὶ ἀληθῶς ταύτην εἶναι τοῦ Πατρὸς ὑπετόπασαν τὴν φωνὴν, ἧς οὐ μόνος