Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.595
Not analysed yet
καὶ πεπαιδεῦσθαι τοῖς ἱεροῖς γράμμασιν οὐ μετρίως οἰόμενοι, τῆς προφητικῆς ἀμνημονοῦσι φωνῆς, ἐχούσης ὧδε "Ζητή"σατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· "ἡνίκα ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ "καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ καὶ ἐπιστραφήτω ἐπὶ "Κύριον, καὶ ἐλεηθήσεται." ὁρᾷς ὅπως οὐκ ἐξαρκέσει πρὸς σωτηρίαν τὸ μόνον ζητεῖν, ἀλλ' εὑρόντας ἀνάγκη καὶ ἐπιστρέφειν, δι' ὑπακοῆς δηλονότι καὶ πίστεως; οὕτω δὲ ἦν ἀνασώζεσθαι τὸν ἀμαθῆ καὶ δυσάγωγον τῶν Ἰουδαίων λαόν· ἐπειδὴ δὲ κἀν τούτῳ λίαν ἀσυνετοῦντες ἁλίσκονται, λοιπὸν εὐλόγως ἀκούσονται "Πῶς ἐρεῖτε ὅτι σοφοί ἐσμεν ἡμεῖς, "καὶ λόγος Κυρίου μεθ' ἡμῶν ἐστιν; εἰς μάτην ἐγενήθη "σχοῖνος ψευδὴς γραμματεῦσιν. ᾐσχύνθησαν σοφοὶ, ἐπτοή"θησαν, ἑάλωσαν. σοφία τίς ἐστιν ἐν αὐτοῖς; ὅτι τὸν "λόγον Κυρίου ἀπεδοκίμασαν." πῶς γὰρ οὐκ ἀπεδοκίμασαν, οὐ παραδεξάμενοι, ἢ πῶς οὐκ ἀτιμάζουσι, τό Ποῦ ἐστιν ἐκεῖνος, ἀπαιδεύτως περὶ αὐτοῦ λέγειν οὐ παραιτούμενοι; ἀπονοουμένων γὰρ τό Ἐκεῖνος, καὶ οὔπω θαυμάζειν ἀξιούντων αὐτὸν, καίτοι διὰ πολλῆς ἄγαν τῆς μεγαλουργίας ἐκπρεπεστάτην ἔχειν ὀφείλοντα παρ' αὐτοῖς τὴν ὑπόληψιν. Καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις. οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν· ἄλλοι δὲ ἔλεγον Οὒ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Δυσθήρατον μὲν ἀεί πως καὶ δυσεύρετόν ἐστι τὸ ἀγαθὸν, καὶ τὸ δύνασθαι τῆς ἀληθείας τὸ κάλλος ἰχνηλατεῖν δυσκατόρθωτον τοῖς πολλοῖς, ἐξαιρέτως δὲ τοῖς ἀμαθεστέροις καὶ οὐκ ἔχουσι τὸ ἐν συνέσει πικρὸν, οἳ ῥοπαῖς ἀλογωτάταις λογισμῶν ἀσυνέτων ἐπὶ τὸ δοκοῦν αὐτοῖς εὐπετέστερον ἀποκλίνοντες, καὶ τὴν τοῦ παρεμπίπτοντος φύσιν δοκιμάζειν