Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.596
Not analysed yet
οὐκ ἀνεχόμενοι, τῆς ἀληθοῦς τῶν πραγμάτων ποιότητος οὐκ ἂν ἐφίκοιντό ποτε, καίτοι τοῦ Παύλου λέγοντος "Γίνεσθε "δόκιμοι τραπεζῖται," καὶ πάντα δὲ δοκιμάζειν ἡμᾶς ἀναπείθοντος, ὡς ἐξ ἀκριβοῦς ἐρεύνης ἐπὶ τὴν τοῦ συμφέροντος ἔρχεσθαι θήραν. ἀκουέτωσαν τοίνυν οἱ ἐκ πολλῆς παρανοίας τὸν Ἰησοῦν οὐ θαυμάζοντες, ἀδιακρίτως δὲ ὅτι πρέποι κατηγορεῖν ἐγνωκότες αὐτοῦ "Γεύσασθε καὶ ἴδετε ὅτι χρη"στὸς ὁ Κύριος." ὅνπερ γὰρ τρόπον οἱ τὸ ἐξαίρετον ἐν τῇ κατὰ γεῦσιν ποιότητι δοκιμάζοντες μέλι, καὶ ἐξ ὀλίγης κομιδῇ τῆς γεύσεως δέχονται τοῦ ζητουμένου τὴν αἴσθησιν, οὕτως οἱ εἰς πεῖραν καὶ βραχεῖαν τῶν τοῦ διασώζοντος ἰόντες λόγων, ὅτι χρηστὸς ἐπιγνώσονται, καὶ μαθόντες θαυμάσουσιν. οἱ μὲν οὖν παρὰ τοῖς Ἰουδαίοις συνετώτεροι συναγορεύουσι τῷ Χριστῷ, καὶ ὀρθὴν ἐπ' αὐτῷ τὴν ψῆφον ἐκφέρουσι, συναινοῦντες ὡς ἀγαθῷ, ἐκεῖνο δὴ πάντως κατὰ τὸ εἰκὸς ἐνθυμούμενοι, ὡς οὐκ ἄν τῳ προσείη δύνασθαι κατορθοῦν, ὧν ἂν ἐργάτης ὁρῷτο Θεὸς, εἰ μὴ Θεὸς κατὰ φύσιν ὑπάρχοι, ἤγουν Θεοῦ μέτοχος, καὶ διὰ τοῦτο ἀγαθὸς, ᾧπερ ἂν πρέποι καὶ τὸ διὰ πάντων εὐδοκιμεῖν, καὶ διὰ τῆς ἄνωθεν δυναμοῦσθαι χάριτος, εἰ καὶ οὐχ οὕτως ἦν ἐν Χριστῷ· αὐτὸς γάρ ἐστιν ὁ Χριστὸς ὁ τῶν δυνάμεων Κύριος· ἀλογωτάταις δὲ λίαν ἐπινήχονται δόξαις, καὶ τῆς ἀληθείας ἀφεστᾶσι μακρὰν, οἱ πλάνον ἀποκαλεῖν οὐκ ὀκνήσαντες τὸν εἰς ἀπλανῆ τῆς δικαιοσύνης κατευθύνοντα τρίβον. ἀκουέτω τοιγαροῦν ὁ παράφρων Ἰουδαῖος "Οὐαὶ οἱ λέγοντες "τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρὸν, οἱ τιθέντες τὸ "σκότος φῶς καὶ τὸ φῶς σκότος." ἐν ἴσῃ γὰρ τάξει τῷ συνειπεῖν φαυλότητι τὸ κατηγορεῖν τοῦ καλοῦ, καὶ τῶν μὲν αἰσχρῶν τὴν εὐλογωτάτην ἀποστῆσαι κατάῤῥησιν, τοῖς δὲ ἐν τῇ τῶν ἀρίστων μοίρᾳ τεταγμένοις μῶμον ἐπιῤῥίπτειν τὸν οὐδαμόθεν αὐτοῖς χρεωστούμενον. προανεφωνεῖτο δὲ καὶ τὰ