Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.597
Not analysed yet
ἐπὶ ταύταις αὐτῶν ταῖς λοιδορίαις ἐγκλήματα· "Οὐαὶ" γάρ φησιν "αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, "ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ "δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ." Οὐδεὶς μέντοι ἐν παῤῥησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. Ἐν τοῖς Ἰουδαίοις ὁ γογγυσμὸς, καὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, οὐδένα δύνασθαί φησιν ἐν παῤῥησίᾳ λαλεῖν. οὐκοῦν ἐξαιρέτως Ἰουδαίους ὀνομάζει τοὺς τῶν Ἰουδαίων ἐξάρχοντας, οὐκ ἀξιώσας, ὥς γε μοι φαίνεται, πρεσβυτέρους αὐτοὺς, ἢ ἱερέας, ἢ ἕτερόν τι προσειπεῖν τῶν τοιούτων ὁ θεσπέσιος Εὐαγγελιστὴς, ζήλῳ τῷ πρὸς εὐσέβειαν πρὸς τὴν ἐπ' αὐτοῖς λύπην ἠκονημένος, οὓς δὴ καὶ εἰκότως, ὡς τὸν νοητὸν καταφθείροντας ἀμπελῶνα, καταιτιᾶται λέγων ἐν προφήταις ὁ Θεός "Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, "ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιθυμητήν μου "εἰς ἔρημον ἄβατον, ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας." πῶς γὰρ οὐκ οἰησόμεθα κατεφθάρθαι κατ' ἀλήθειαν ἀμπελῶνα τὸν δεσποτικὸν ταῖς ἑαυτῶν βδελυρίαις, ὅτε καὶ τὸ συνειπεῖν τῷ ἀγαθῶ καὶ θαυμάσαι μόνον τὸ θαύματος ἄξιον ἐπισφαλὲς ἀπεδείκνυον; φορτικωτέραν δὲ ὅτι τοῖς ἡγουμένοις τῶν Ἰουδαίων τὴν κόλασιν ἀπεργάζεται μετὰ τῶν ἄλλων καὶ τοῦτο, τίνι τῶν εὖ φρονούντων ἀμφίβολον; ἰδοὺ γὰρ ἰδοὺ, δέδιέ τε καὶ καταφρίττει μὲν ἅπας αὐτοὺς ὁ λαὸς, οὐ παιδαγωγεῖται δὲ κατὰ νόμον, ἀλλ' οὐδὲ ζῆν ἐκδιδάσκεται κατὰ λόγον τὸν πρέποντα, καίτοι καὶ μάλα προθύμως οἷσπερ ἂν ἐπιτάξειαν ὑποκείμενος. ἀπόδειξις γὰρ τῆς εἰς ἄκρον ὑποταγῆς ὁ φόβος· παρανομεῖν τοιγαροῦν, ἢ τὸ τῷ νομο-