Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.598
Not analysed yet
θέτῃ δοκοῦν περιαθρεῖν εὐγνωμόνως ἠναγκάζετο, καὶ δι' ὧν οὐδ' ὅσον ἐπαινέσαι τὸ ἀγαθὸν τολμῶσιν, ἐθελούσιον μὲν οὐδαμῶς, βιαιοτάτην δὲ ὥσπερ, καθ' ὧν ἂν ἐκεῖνοι βούλωνται, τὴν ἐπὶ φαυλότητι ψῆφον ἐκφέρειν, καὶ τὸν ἐπαίνου καὶ θαύματος ἄξιον, ὡς αἰσχρὸν κατακρίνειν. ὅνπερ οὖν τρόπον ἂν ἄριστά τις ἀνὴρ θαλαττεύειν εἰδὼς, καὶ τοῖς τῆς νεὼς πηδαλίοις προσκαθήμενος, καὶ πειθομένην ἔχων αὐτὴν ἀγάγοι κατὰ πετρῶν, αὐτὸς ἂν ὑπαίτιος νοοῖτο γεγονὼς τοῦ πταίσματος· ἢ ὥσπερ ἂν εἴ τις ἱππηλατεῖν εἰθισμένος, εὐδρομωτάτοις μὲν λίαν ἐποχοῖτο τοῖς πώλοις, εὐπαρακόμιστον δὲ αὐτῶν καὶ τὴν ἐφ' ὅπερ ἂν βούλοιτο πτῆσιν τοῖς τῶν χαλινῶν ἀνακρούσμασιν ἔχειν δυνάμενος, εἶτα λίθῳ προσαῤῥάξας τοὺς τροχοὺς, οὐ τοῖς πώλοις τοῦ παθεῖν τὴν αἰτίαν εὐλόγως μὲν, μᾶλλον ἑαυτῷ περιθήσει· τὸν αὐτὸν οἶμαι τρόπον οἱ τῶν Ἰουδαίων καθηγηταὶ, οὐχ ὅπως τιμῶντα μόνον, ἀλλὰ καὶ τῷ ὑπὲρ τούτου φόβῳ δουλαγωγούμενον ἔχοντες τὸν λαὸν, ἀπᾳδόντως δὲ τοῖς θείοις προστάγμασι διοικήσαντες, δικαίως ἂν αὐτοὶ τῆς ἁπάντων ἀπωλείας εὐθύνας ἐκτίσειαν. ὅτι δὲ αὐτοὶ τῆς τῶν λαῶν ἀπωλείας γεγόνασι πρόφασις, μαρτυρήσει λέγων ὁ προφήτης Ἱερεμίας "Ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ "ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ "διεσκορπίσθησαν." Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκεν. Ἱεροπρεπὴς τοῦ Σωτῆρος ἡμῶν ἡ διδασκαλία· ποῦ γὰρ δὴ καὶ ἑτέρωθι μᾶλλον ἐχρῆν τὴν θείαν ἀκούεσθαι φωνὴν, εἰ μὴ ἐν τόποις, οἷς τὸ θεῖον ἐνοικεῖν πιστεύηται; πάντα μὲν γὰρ περιέπει Θεὸς, καὶ οὐκ ἂν νοοῖτο τόπῳ περιγραπτὸς,