Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.599
Not analysed yet
ὅσον δὲ εἰς ἰδίαν φύσιν, παντελῶς τοῖς οὖσιν ἀχώρητος· πρεπωδέστερόν πως χώροις αὐτὸν τοῖς ἁγίοις ἐνοικεῖν ὑποτοπήσομεν, καὶ τὸ δοκοῦν τῇ θείᾳ φύσει ἀκουστὸν ἡμῖν ἐν ἱεροῖς μάλιστα τόποις ἔσεσθαι νομιοῦμεν εὐλογώτατα· ὅπερ δὲ πάλιν ἐν τύπῳ καὶ σκιᾷ τοῖς ἀνωτέρω κατεγράφετο, τοῦτο νῦν εἰς ἀλήθειαν μετασκευάζει Χριστός· φησὶ γὰρ πρὸς Μωυσέα τὸν ἱεροφάντην Θεός "Καὶ ἐπιθήσεις τὸ "ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν, καὶ εἰς τὴν κιβωτὸν "ἐμβαλεῖς τὰ μαρτύρια ἃ ἐὰν δῶ σοι· καὶ γνωσθήσομαί "σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ "μέσον τῶν δύο Χερουβὶμ τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ "μαρτυρίου, κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι πρὸς τοὺς "υἱοὺς Ἰσραήλ." ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, μεσούσης ἤδη τῆς ἑορτῆς, καθὰ γέγραπται, ἐν τοῖς ἱεροῖς τε καὶ ἀνακειμένοις τῷ Θεῷ τόποις παρελθὼν ὡς Θεὸς, ἐκεῖ τοῖς ὄχλοις προσλαλεῖ, καίτοι λεληθότως ἀναβεβηκὼς, ὥσπερ οὖν καὶ ἐπὶ τοῦ κατὰ τὴν σκηνὴν ἱλαστηρίου, λεληθότως μὲν ἦν ἡ Θεοῦ κάθοδος, νοουμένη δὲ τότε μόλις, ὅτε τοῦ λαλεῖν ἐνειστήκει καιρός· ἑνὶ δὲ καὶ τότε τῷ μακαρίῳ Μωυσεῖ διελέγετο Θεὸς, ἑτέρῳ μὴ προσλαλῶν· οὕτω καὶ ὁ Χριστὸς, ἓν ἔτι τὸ τῶν Ἰουδαίων ἐπαίδευε γένος, ἑνί τε λαῷ προσδιαλέγεται, κοινὴν οὔπω τοῖς ἔθνεσιν ἁπλώσας τὴν χάριν. εὖ δὲ δὴ λίαν ὁ μακάριος Εὐαγγελιστὴς, οὐχ ἁπλῶς Εἰσῆλθεν, ἀλλ' ἀνέβη φησὶν εἰς τὸ ἱερόν· ὑψηλὸν γάρ τι χρῆμα καὶ τῆς χαμαιζήλου φαυλότητος πολὺ λίαν ὑπερτεροῦν τὸ εἰς θεῖον εἰσέρχεσθαι παιδευτήριον, καὶ τοῖς ἁγίοις ἐνδιαιτᾶσθαι τόποις· ὁ δὲ τοῦ πράγματος τύπος ἀληθὴς ἐφ' ἡμῶν. Χριστὸς γὰρ ἦν ὁ ἁγιάζων τὸ ἱερὸν, καὶ τύπος ἦν