Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.600
Not analysed yet
τούτου πάλαι Μωυσῆς, τῷ ἐλαίῳ τῷ ἡγιασμένῳ τὴν σκηνὴν καταχρίων καὶ ἁγιάζων αὐτὴν, καθὰ γέγραπται· καίτοι μᾶλλον ἐχρῆν ἁγιάζεσθαι διὰ τῶν ἁγίων τόπων τὸν ἄνθρωπον, ἤπερ ἁγιάζειν αὐτούς· ἀλλ' οὐδεὶς τῶν ἐν τύπῳ τελουμένων ὁ λόγος διὰ τὴν ἀλήθειαν, ἧς δὴ καὶ χάριν τὰ ἐν σκιαῖς ἀνεπλάττετο· καθάπερ οὖν ἔστιν ἰδεῖν καὶ ἐπὶ τῶν ἁγίων προφητῶν. ὁ μὲν γάρ τις πόρνῃ γυναικὶ καὶ οὐχ ἑκὼν συνοικεῖν ἐκελεύετο, γυμνὸς δὲ βαδίζειν ἕτερος, ἀλλὰ καὶ ἐπὶ πλευρὰν κατακεῖσθαι τὴν δεξιὰν οὐκ ὀλίγον ἡμερῶν ἀριθμόν. ἐπετελεῖτο δὲ ταῦτα διὰ τὰ ἐξ αὐτῶν, καὶ οὐ πάντως δι' ἑαυτά· οὕτω τοιγαροῦν καὶ ὁ μακάριος Μωυσῆς ἁγιάζειν ἐκελεύετο τὴν σκηνὴν, καίτοι μᾶλλον ἁγιάζεσθαι πρὸς αὐτῆς ὀφείλων, ἵνα Χριστὸς νοοῖτο πάλιν ὡς ἐν αὐτῷ τὸν ἴδιον ἁγιάζων ναὸν, καίτοι μετὰ σαρκὸς Ἰουδαίοις συνδιαιτώμενος, καὶ ἐν αὐτῷ τοῖς ὄχλοις προσλαλῶν, ὥσπερ οὖν ἐκ τοῦ ἱλαστηρίου πάλαι ὁ Θεός. Ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες Πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; Οὐκ ἀπηχὲς τῶν Ἰουδαίων τὸ θαῦμα, κεκομψευσμένος δέ πως ἐστὶν ὁ ἐπὶ τούτῳ λόγος· ἦν γὰρ δὴ καὶ εἰκὸς καταπλήττεσθαι βλέποντας καὶ λόγῳ καὶ γνώσει διαπρέποντα ξένως, τὸν ὅτῳ πλουτεῖν ἐκ μαθημάτων οὐκ ἦν. δεκτικὸς μὲν γὰρ σοφίας ὁ ἀνθρώπινος νοῦς, καὶ εἰ μήπω τις ὁρῷτο σοφὸς, ἐπιτηδειοτάτη δὲ λίαν ἡ φύσις πρὸς ἀνάληψιν συνέσεώς τε καὶ ἐπιστήμης τῆς ἐπί τισιν. ἀλλ' ἐν τοῖς οὐ σφόδρα περὶ τὰς ἐν λόγοις ἔχουσι τριβὰς συμμεμυκὸς τρόπον τινὰ καὶ κατηυνασμένον ἐστὶ τὸ ἐν τῇ φύσει χρήσιμον· ἐν δὲ τοῖς εἰωθόσι καὶ διὰ τοιούτων ἔρχεσθαι