Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.61
Not analysed yet
ὑπήκουσεν ὁ Σωτὴρ, ἀλλὰ καὶ αὐτὴ τῶν Ἰουδαίων ἡ περιεστῶσα πληθὺς, μᾶλλον δὲ τῶν ἁγίων μαθητῶν ὁ χορός; ἔδει γὰρ μᾶλλον αὐτοὺς τὰ θεοπρεπῆ φαντάζεσθαι πλεονεκτήματα, καὶ μὴ τοῖς καθ' ἡμᾶς νόμοις ὑπάγειν πειρᾶσθαι τὰ ὑπὲρ ἡμᾶς. τὴν μὲν γὰρ τοῦ σώματος ἀκοὴν σωματικὴ προσαράσσει φωνὴ, καὶ κτύπος ὁ διὰ χειλέων εἰς ἀέρα προκύψας, ἢ διά τινος μηχανῆς ἑτέρας ἐπινοηθείς· τὴν δὲ ἐν ἀῤῥήτοις φωναῖς ἠρέμα καὶ οἱονεὶ κατὰ νοῦν στρεφομένην βούλησιν τοῦ Πατρὸς, μόνος οἶδεν ἐν αὐτῷ φυσικῶς ὑπάρχων ὁ Υἱὸς ὡς σοφία αὐτοῦ. φωνῇ δὲ τῇ διὰ κτύπου κεχρῆσθαι τὸν Θεὸν ὑπολαμβάνειν παντελῶς ἀπίθανον, εἴπερ οἰόμεθα δεῖν ἀποσώζειν τῇ ὑπὲρ πάντα φύσει τὰ ὑπὲρ τὴν κτίσιν. ἄλλως τε καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οὐκ ἔφη αὐτὴν φωνὴν εἶναι τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλ' οὐδὲ τῆς παρ' ἑτέρου δεόμενον ἑρμηνείας πρὸς τὸ δύνασθαι μαθεῖν τὴν τοῦ Πατρὸς βούλησιν ἑαυτὸν ἐπιδεικνύει λέγων "Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς·" χρῆν δέ γε, ὦ βέλτιστοι, μᾶλλον εἰπεῖν, εἴ γε καλῶς τὰ τοιαῦτα περὶ αὐτοῦ δοξάζετε Ἠκούσατε μετ' ἐμοῦ τῆς φωνῆς τοῦ Πατρός· νυνὶ δὲ εἰς πᾶν τοὐναντίον περιτρέψας τὸ δηλούμενον, οὔτε φωνῆς ἑαυτὸν δεδεῆσθαι προσομολογεῖ, γεγενῆσθαι δὲ μᾶλλον αὐτὴν δι' ἐκείνους διισχυρίζεται, οὐκ ἐκπεφωνῆσθαι παρὰ τοῦ Πατρὸς, ἀλλὰ γενέσθαι καὶ δι' ἐκείνους. καὶ εἰ πάντα δι' αὐτοῦ ὁ Θεὸς καὶ Πατὴρ ἐργάζεται, δι' αὐτοῦ δὴ πάντως καὶ τοῦτο, μᾶλλον δὲ αὐτὸς ἦν ἡ φωνὴ, οὐχ ἑαυτῷ τὴν τοῦ γεννήσαντος ἑρμηνεύων διάθεσιν· ᾔδει γὰρ ὡς Υἱός· ἀλλὰ ταῖς τῶν περιεστώτων ἀκοαῖς, ἵνα πιστεύσωσιν. Ἄλλο. Εἰ λόγου τινὸς ἐμφύτου δεδεῆσθαί φασι τὸν Υἱὸν,