Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.609
Not analysed yet
διήλεγξε. λέγετε γάρ μοι, φησὶν, οἱ τὸν ἐλεεῖν ἐν σαββάτῳ προθυμούμενον κατακρίνοντες, οἱ βδελυρωτάτην τὴν ἐπὶ τοῖς εὖ ποιοῦσιν ὁρίζοντες ψῆφον, καὶ τῶν οἰκτιρμόνων ἀνέδην καταδικάζοντες, ἆρ' οὐχὶ διὰ Μωυσέως ὑμῖν, ὃν ἀεὶ θαυμάζετε, τὸ ἐπὶ τῷ μὴ χρῆναι μιαιφονεῖν δέδοται πρόσταγμα; οὐκ ἠκούσατε λέγοντος "Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτε"νεῖς;" τί τοιγαροῦν καὶ τὸν ἑαυτῶν λυπεῖτε Μωυσέα, προχείρως οὕτω τὸν ὁρισθέντα δι' αὐτοῦ παραβαίνοντες νόμον; ἔλεγχος δὲ τούτου καὶ ἀπόδειξις ἐναργὴς, τὸ τὸν μηδὲν ἡμαρτηκότα διώκειν ἐμὲ, καὶ ἀναιρεῖν ἀδίκως ἐπείγεσθαι τὸν οὐδαμόθεν, ὅτι πρέποι τοῦτο παθεῖν αὐτὸ, κατηγορεῖσθαι δυνάμενον. Οὐκοῦν ἐν ἤθει πολλῷ τοῦ Σωτῆρος ὁ λόγος, καὶ πληκτικώτατα μὲν ἐν τούτοις ταῖς τῶν Ἰουδαίων ἀπονοίαις ἐπιπηδᾷ, κατολισθαίνοντας δὲ ὥσπερ ἀχαλίνοις ὁρμαῖς ἐπὶ τὸ καταδικάζειν αὐτοῦ διὰ τὴν τοῦ σαββάτου παράβασιν, παρανομοῦντας ἐπιδεικνύει καὶ μιαιφονεῖν ἑλομένους, διά τε τοῦτο καὶ μόνον, εἰς ἁμαρτίαν τὴν ἁπασῶν καταπίπτειν χείρονα. μόνον δὲ οὐχὶ καὶ βοᾷ Πικρᾷ καὶ ἀνουθετήτῳ περιπεσόντα νόσῳ, καὶ ἀφορήτῳ λοιπὸν ἀῤῥωστίᾳ δαπανώμενον τεθεράπευκα τὸν παράλυτον, ἐν ἡμέρᾳ σαββάτου· ἀλλ' εὖ ποιήσας, ὡς ἐφ' ἅπασι τοῖς αἰσχίστοις ἁλοὺς κατακρίνομαι, καὶ φόνον διὰ τοῦτο τῆς ἐμῆς καθορίζετε κεφαλῆς. ποῖος οὖν ἄρα, φησὶ, τιμωρίας ὑμῖν εὑρεθήσεται τρόπος τῶν τολμημάτων ἐπάξιος; ἰδοὺ γὰρ παραβαίνετε μὲν καὶ αὐτοὶ τὸν νόμον· ὁ δὲ τῆς παραβάσεως λόγος, οὐ τοῖς ἐμοῖς ἐγκλήμασι παραπλήσιος· οὐ γὰρ εὖ ποιοῦντες, ὥσπερ κἀγὼ, τοῦτο δρᾶν ἀναπείθεσθε, ἀλλ' εἰς φόνον ὁρῶντες, τὸν ἁπάσης πλημμελείας χείρονα. ποῦ τοιγαροῦν ἐν τούτοις ὑμῖν ὁ Μωυσῆς, δι' ὃν ἐγὼ, καίτοι διασώζων, κρίνομαι; οὐκ αὐτὸς ὑμῖν τὸν ἐπὶ τούτῳ νόμον ὡρίσατο; μὴ ἄρα δὴ πάλιν, ὡς ἐμὸν πατή-