Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.610
Not analysed yet
σαντες λόγον, παρ' οὐδὲν ποιεῖσθε τὴν παράβασιν φονῶντες ἀδίκως; τοιαῦτα μὲν οὖν πρὸς τοὺς ἀνοσίους Φαρισαίους εἰκότως ἂν λέγοι Χριστός· ἀφίστησι δὲ πρὸς τὸ παρὸν τοῦ οἰκείου προσώπου τὸν νόμον, καίτοι νομοθέτης ὑπάρχων αὐτὸς, μόνῳ δὲ ὥσπερ αὐτὸν ἀνατίθησι τῷ Πατρὶ, δι' ἐκείνου δὴ μάλιστα δυσωπῶν ἀναισχυντοῦντας τοὺς Ἰουδαίους, ὃς εἶναι καὶ μείζων αὐτοῦ παρ' ἐκείνοις ὑπείληπτο. καὶ γὰρ, ὡς πολλάκις εἰρήκαμεν, οὔπω κατὰ φύσιν ὄντα Θεὸν ἐπεγίνωσκον, ἀλλ' οὐδὲ τῆς μετὰ σαρκὸς οἰκονομίας ᾔδεσάν πω τὸ βαθὺ μυστήριον, τὴν Μωυσέως δὲ μᾶλλον ἐθαύμαζον δόξαν. Ἀπεκρίθη ὁ ὄχλος Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς. Αἰσθάνονται τῶν ἐγκλημάτων, καὶ πικροῖς ἤδη τοῖς ἐντεῦθεν βαλλόμενοι λόγοις, χωροῦσι πρὸς ἄρνησιν, οὐκ αὐτοκυρίως τὸ μιαιφονεῖν παραιτούμενοι, μόνον δὲ τὸ δοκεῖν παραλύειν τὸν νόμον περισπουδάστως ἀποκρουόμενοι· ἐν μόνῃ γὰρ τῇ οἰήσει τῶν Φαρισαίων τὸ καύχημα. διὸ δὴ καὶ τάφους αὐτοὺς κεκονιαμένους ἀπεκάλει Χριστὸς, ἔξωθεν μὲν περικειμένους τῆς ἐκ τεχνῶν ἐπινοίας τὴν ὡραιότητα, γέμοντας δὲ κατὰ τὸ ἔσω τῆς νεκρῶν ἀκαθαρσίας. οἶμαι δὲ ὅτι καὶ τὸν ἐπὶ τῷ προσδοκῆσαί τι παθεῖν ἀφιστῶντες φόβον τὰ τοιαῦτά φασιν, οὐ τὸ θαρσεῖν ἀληθῶς ὡς οὐ πείσεται διδόντες αὐτῷ, ἀλλ' εἰς ἐπικίνδυνον ἐξέλκοντες παῤῥησίαν, καὶ τὸ μὴ ἐπείγεσθαι διαλανθάνειν αὐτοὺς ἀναπείθειν οἰόμενοι. τότε γὰρ ἦν δύνασθαι χαλεπὸν οὐδὲν ἐπιβουλεύειν αὐτῷ, κατά γε τὴν οὖσαν ἐν ἐκείνοις ὑπόνοιαν· ᾤοντο γὰρ ἀμαθῶς οὐκ εἰδότες τὸν διωκόμενον, ὅτι ταῖς παρ' αὐτῶν δυστροπίαις ὑποκείσεται, κἂν μὴ βούληται παθεῖν, ἁλώσεται