Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.62
Not analysed yet
ἵνα διδάσκηται παρ' αὐτοῦ τὴν βούλησιν τοῦ Θεοῦ καὶ Πατρός· ποῖ ποτε ἄρα χωρήσει λέγων ὁ Παῦλος "Χριστὸς "Θεοῦ δύναμις καὶ Θεοῦ σοφία;" πῶς γάρ ἐστι σοφία τοῦ Πατρὸς ὁ Υἱὸς, εἰ σοφίας ὑπάρχων ἐπιδεὴς τὸ τέλειον παρ' ἑτέρου κομίζεται, διὰ τοῦ μανθάνειν ἅπερ οὐκ οἶδε δηλαδή; ἢ πῶς οὐκ ἀνάγκη λέγειν, οὐκ εἶναι τελείαν ἐν τῷ Πατρὶ τὴν σοφίαν αὐτοῦ; καὶ εἰ σοφία τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, πῶς ἂν ἑτέρα νοοῖτο παρ' αὐτὸν ἡ βούλησις; ὥρα γὰρ λέγειν μὴ ἐν σοφίᾳ τελεῖσθαι τὴν βούλησιν τοῦ Θεοῦ καὶ Πατρός. ἀλλὰ πολλή τις ἐστὶν ἡ ἐν τούτοις ἀσέβεια, καὶ πανταχόθεν ὁ λόγος τὸ δύσφημον ἔχει. οὐκ ἄρα τῆς παρ' ἑτέρου μαθητείας μέτοχος ὢν ὁ Υἱὸς οἶδε τὰ ἐν τῷ ἰδίῳ Πατρὶ, ἀλλ' αὐτὸς ὢν ὁ Λόγος καὶ ἡ σοφία καὶ ἡ βούλησις "πάντα "ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ," καθὰ γέγραπταί που καὶ περὶ τοῦ Πνεύματος. Ἄλλο. Ὡς εἰκόνα καὶ χαρακτῆρα τοῦ Πατρὸς ἀπαράλλακτον εἰσφέρουσιν ἡμῖν τὸν Υἱὸν αἱ θεῖαι γραφαί· καὶ αὐτὸς δέ που φησὶν ὁ Σωτήρ "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν "Πατέρα." ἀλλ' εἴπερ ἔχων οὕτως ὁμοιότητος πρὸς αὐτὸν οὐκ οἶδεν ἐξ ἑαυτοῦ τὰ ἐν αὐτῷ, δεῖται δὲ ὥσπερ τῶν παρ' ἑτέρου διηγημάτων εἰς τὸ μαθεῖν· ὥρα καὶ αὐτὸν ἐν τούτοις εἶναι τὸν Πατέρα νομίζειν, εἴπερ ἐστὶν ἐν ὁμοιότητι τῇ πρὸς τὸν Υἱὸν, δεήσεται δὲ καὶ αὐτὸς τοῦ διερμηνεύοντος τὰ ἐν τῷ γεννήματι κατὰ τὸ ἀφανὲς κείμενα. καὶ γέγονεν ἡμῖν πρὸς τοῖς ἐντεῦθεν ἀτόποις ἡ θεία φύσις καὶ ἀγνοίας δεκτική. ἐπειδὴ δὲ τὸ οὕτω φρονεῖν ἀσεβὲς, χωρητέον ἐπὶ τὰ πρεπωδέστερα· τοῦτο γὰρ τὸ συμφέρον ὁρᾶται καὶ χρήσιμον. Ἄλλο. "Πάντα," φησὶν ὁ μακάριος Παῦλος, "τὸ Πνεῦμα "ἐρεῦνᾳ καὶ τὰ βάθη τοῦ Θεοῦ·" πρὸς δέ γε τούτῳ "Τίς "γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα "τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς