Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.611
Not analysed yet
δὲ καθ' ἕνα τῶν οὐκ εἰδότων τὸν ἐν ταῖς διανοίαις αὐτῶν διαλανθάνοντα λογισμόν. καρπὸς τοιγαροῦν δυστροπίας ἡ ἄρνησις, καὶ δυσσεβείας τῆς εἰς Χριστὸν ἕτερος τρόπος· δι' ὧν γὰρ ἐπιχειροῦσιν, ὡς οὐκ ὂν ἀληθὲς ἀποκρούεσθαι τὸ παρ' αὐτοῦ λελεγμένον, ὡς ψευσάμενον κατακρίνουσι, προστιθέντες "ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν," καθὰ γέγραπται. Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε; Ἀναγνωσόμεθα μὲν τὸ προκείμενον, ὡς ἐν ἐρωτήσει, καθ' ὑποστιγμὴν καὶ τελείαν. πλὴν τὴν ἐν τῷ λόγῳ τέχνην οὐκ ἀγνοήσομεν, σοφωτάτην ἐν ἑαυτῷ τὴν οἰκονομίαν ὠδίνοντι. ἐπιτήρει γὰρ ὅπως τὴν ἐπὶ τῷ παρειμένῳ γεγενημένην φιλανθρωπίαν τοῖς Ἰουδαίοις ἐξηγούμενος, οὐκ ἀφυλάκτως φησί Τεθεράπευκα τὸν ἄνθρωπον ἐν σαββάτῳ, καὶ διὰ τοῦτο θαυμάζετε; ὑφειμένως δὲ μᾶλλον καὶ πολὺ λίαν εὐπεριστόλως Ἓν ἔργον ἐποίησα λέγει, τὴν ἐκ τοῦ πλήθους ἄκαιρον τιθασεύων ὀργήν· καὶ γὰρ ἦν οὐκ ἀπεικὸς διὰ τὴν ἐπὶ τῷ σαββάτῳ δηχθέντας παράβασιν, καταλιθοῦν ἤδη πειρᾶσθαι τὸν Ἰησοῦν. ἀκριτόβουλον γάρ πως, κατὰ τοὺς παρ' Ἕλλησι ποιητὰς, καὶ πρόχειρον εἰς ὀργὴν ἀεὶ τὸ πλῆθός ἐστι, καὶ λειοτάτῃ συμπνοίᾳ τῇ πρὸς ὅπερ ἂν βούλοιτο κεχρημένον, καὶ εἰς ἀκάθεκτον θράσος εὐκόλως ἀποταυρούμενον, γοργότερον δέ πως ἤπερ ἐχρῆν εἰς τὰς ἐπὶ τοῖς δεινοῖς ἁλίσκεται τόλμας. ἀποστήσας τοιγαροῦν τὸν ἐπὶ τῷ πράγματι κόμπον διὰ τὸ χρήσιμον, πραοτάτοις μὲν προσχρῆται λόγοις, ἐπιεικῶς δὲ σφόδρα φησίν Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε; ἐφ' ἑνὶ, φησὶ, τούτῳ, καίτοι γεγονότι διὰ τὴν τοῦ κειμένου σωτηρίαν καὶ ζωὴν, ὡς ἐπ' ἐκτόποις ὄντως