Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.612
Not analysed yet
τολμήμασι κατακρίνετε τὸν μεγαλουργὸν, καὶ εἰς μόνην ὁρῶντες τὴν τοῦ σαββάτου τιμὴν, οὐ τῷ παραδόξῳ τὸ θαῦμα χαρίζεσθε· τοῦτο γὰρ ἦν ὄντως τὸ πρεπωδέστερον· ἀλλ' ὅτι λέλυταί πως κατὰ τὴν ἐνοῦσαν ὑμῖν ὑπόνοιαν ἀμαθῆ παράγγελμα νομικὸν, οὐκ ἐπὶ μικροῖς τισιν, ἢ καὶ οὐδενὸς ἀξίοις, ἀλλ' ἐπ' ἀνθρώπου σωτηρίᾳ καὶ ζωῇ, παραλόγως ἠγάσθητε, δέον ἐπαίνους μᾶλλον ἀπονέμειν αὐτῷ τῷ τὴν οὕτω μεγάλην καὶ θεοπρεπῆ κατημφιεσμένῳ δύναμιν. ἀπαίδευτος τοιγαροῦν καὶ διὰ τούτων ὁ τῶν Ἰουδαίων ἐλέγχεται δῆμος, ἐφ' οἷς οὐ προσῆκε τὴν ἐπὶ τῷ τεθεραπευμένῳ δαπανήσας κατάπληξιν, καὶ οὐχὶ μᾶλλον αὐτὴν ἀναθεὶς τῷ παραδόξως διασώζοντι Χριστῷ. ἰστέον δὲ ὅτι τοῖς ἐξ Ἰσραὴλ προσδιαλεγόμενος καὶ λέγων Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε, πλαγίως ὑπελέγχει πάλιν, καὶ τοιοῦτόν τι παραδηλοῖ. ἐφ' ἑνὶ γὰρ τούτῳ, φησὶ, τῷ καθ' ὑμᾶς πλημμελήματι τὴν ἐμὴν ἀποθαυμάζετε γνώμην, ὡς τῷ νομοθέτῃ προσκρούειν ἀποτολμήσαντος· εἶτα πῶς οἴεσθε διακεῖσθαι Θεὸν, οὐ καθάπαξ αὐτοὶ λυποῦντες τὸν νόμον, ἀλλ' ὡς οὐδὲν παραβαίνοντες, τὰ ἐφ' οἷς ἑτέρους κρίνετε; Διὰ τοῦτο Μωυσῆς δέδωκεν ὑμῖν τὴν περιτομὴν, οὐχ ὅτι ἐκ τοῦ Μωυσέως ἐστὶν, ἀλλ' ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. Βαθὺς μὲν ὁ λόγος καὶ δυσέφικτόν πως ἐστὶ τὸ ἐπὶ τῷ προκειμένῳ θεώρημα, πλὴν ἔσται καταφανὲς διὰ τὴν τοῦ φωτίζοντος χάριν. διὰ πολλῶν τοιγαροῦν κατασοφιζόμενος λόγων τὴν τῶν Ἰουδαίων ἀπαιδευσίαν, καὶ διδάσκων πολυτρόπως, ἐπὶ τῇ τοῦ σαββάτου λύσει πρὸς ἀκαίρους ὀργὰς