Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.613
Not analysed yet
ὅτι μὴ προσῆκεν ἀποδημεῖν, διὰ τὸ κύριον εἶναι τοῦ σαββάτου τὸν υἱὸν τοῦ ἀνθρώπου· λοιπὸν ὀνήσας οὐδὲν διὰ τὴν τῶν ἀκροωμένων κακοβουλίαν, ἐφ' ἕτερον οἰκονομίας διαβαίνει τρόπον, καὶ πειρᾶται δεικνύειν ἤδη σαφῶς αὐτὸν τὸν ἱεροφάντην Μωυσέα τὸν τοῦ νόμου διάκονον, τὸν ἐπὶ τῷ σαββάτῳ παραλύοντα νόμον διὰ τὴν περιτομὴν, τὴν ἐκ τῆς τῶν πατέρων συνηθείας μέχρι καὶ τῶν αὐτοῦ διήκουσαν χρόνων, ἵνα λοιπὸν εὐλόγως φαίνηται καὶ αὐτὸς πατρῷον ὥσπερ ἀποσώζων ἔθος, καὶ ἐπείπερ ἐν σαββάτῳ Θεὸς ἐργάζεται, διὰ τοῦτο καὶ ἑαυτὸν ἐνεργὸν ἐπιδεικνὺς, οὐδὲν ἡγούμενον τοῦ σαββάτου τὴν παράβασιν, διὰ τὸ συμφρονεῖν ἀεὶ τῷ γεννήσαντι. διὰ γὰρ τοῦτο καὶ ἔφασκεν "Ὁ Πατήρ μου "ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι." ἵνα τοίνυν μὴ ἐμὲ, φησὶν, ἐνεργοῦντά τι κατὰ τὸ σάββατον βλέποντες, ὡς ἐπὶ ξένῳ καὶ παραλογωτάτῳ θαυμάζητε πράγματι, δέδωκεν ὑμῖν ὁ Μωυσῆς τὴν περιτομὴν ἐν σαββάτῳ, καὶ φθάσας ἐκεῖνος τὸν ἐπ' αὐτῷ παρέλυσε νόμον. καὶ διὰ ποίαν αἰτίαν; οὐκ ἐνόμιζε πράττειν ὀρθῶς, τὸν τοῖς πατράσι διορισθέντα νόμον καὶ τὸ ἐξ ἐκείνων ἔθος ἀτιμάζων διὰ τὸ σάββατον. διὰ γὰρ τοῦτο καὶ ἐν σαββάτῳ περιτέμνεται ἄνθρωπος. εἰ δὲ ὅτι προσήκοι τιμᾶν τὸ πατρῷον ἔθος ὁ Μωυσῆς ἐλογίζετο, καὶ κρεῖττον αὐτὸ τῆς εἰς τὸ σάββατον ἐτίθει τιμῆς, τί τεθορύβησθε μάτην ἐπ' ἐμοὶ, καὶ ὥσπερ τινὰ τῶν παρανομεῖν ἀφυλάκτως εἰωθότων, ἐπὶ τῇ τοῦ νόμου καταφρονήσει θαυμάζετε; καίτοι τῷ γεγεννηκότι, φησὶ, τὰ ἴσα μὲν δρῶ, συμφρονῶ δὲ ἀεὶ πρὸς πᾶν τὸ δοκοῦν, καὶ ἐπείπερ ἐνεργής ἐστιν ἐν σαββάτῳ, τὸ ἀργεῖν ἐν αὐτῷ παραιτοῦμαι καλῶς. δεδωκέναι γεμὴν τὴν περιτομὴν τὸν Μωυσέα διισχυρίζεται, καίτοι μὴ οὖσαν ἐξ αὐτοῦ κατὰ τὸ ἀρτίως εἰρημένον, ἀλλ' ἐκ τῶν πατέρων· διὰ τὸ δεδόσθαι μὲν τοῖς