Ancient Greek · ~1 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.614
Not analysed yet
πατράσι τὴν ἐπὶ τῷ περιτέμνεσθαι δεῖν ἐντολήν· λεπτότερον δέ πως καὶ ἀκριβέστερον τὰ ἐπ' αὐτῇ διωρίσθαι διὰ Μωυσέως. περιετμήθη μὲν γὰρ ὁ προπάτωρ Ἁβραὰμ, ἀλλ' οὐκ ὀκταήμερος, οὐδὲ ζεῦγος ἐπ' αὐτῷ τρυγόνων ἢ περιστερῶν ξυνωρὶς εἰς θυσίαν ἀνέβη, κατὰ τὴν Μωυσέως διάταξιν.