Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.615
Not analysed yet
ΚΕΦΑΛΗ ϛ. Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ τὸ σάββατον, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; ΑΔΙΑΚΡΙΤΟΝ πως ἐστὶ τοῖς πολλοῖς τὸ ἀνάγνωσμα, καὶ οὐ σφόδρα σαφὲς εἰς διαίρεσιν, διὰ τοῦτο πρότερον ἐροῦμεν τὰ ἐπ' αὐτῷ. ἀναγνωσόμεθα τοιγαροῦν κατὰ βραχὺ, παραμείβοντες τὴν ἐν τῇ λέξει συνθήκην· οὕτω γὰρ νοήσεις ἀκριβῶς τὸ δηλούμενον. Εἰ περιτομὴν τοιγαροῦν φησι λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἐμοὶ χολᾶτε, ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; οὐ γὰρ δέχεται τὴν περιτομὴν ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως· λυέται γὰρ οὐκ ἀργοῦντος διὰ τὴν περιτομὴν τοῦ σαββάτου· ὡς γὰρ φθάσαντες ἤδη προεδιδάξαμεν, μᾶλλον δὲ ὡς αὐτὸς εἴρηκεν ὁ Σωτὴρ, οὐκ ἐκ τοῦ Μωυσέως, ἀλλ' ἐκ τῶν πατέρων ἐστὶν ἡ περιτομή. ὥστε διὰ τὴν ἐκ τῶν πατέρων περιτομὴν λύεταί πως ὁ νόμος ὁ Μωυσέως, ὁ ἐπὶ τῷ σαββάτῳ φημί. διά τοι τοῦτο Ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως, τοῖς τοῦ Σωτῆρος ῥήμασι συναπτέον· χολᾶτε γάρ μοι φησὶν ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως ὅτι ὅλον ἄνθρωπον ὑγιῆ