Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.616
Not analysed yet
ἐποίησα ἐν σαββάτῳ. τὰ μὲν οὖν τῆς διαιρέσεως, ἐν τούτοις ἤδη περιώρισται· ἰτέον δὲ καὶ πρὸς τὴν τῶν δηλουμένων ἐξήγησιν, εἰ καὶ σφόδρα δυσχερῆ πρὸς κατάληψιν. φροντίδος τοιγαροῦν τῆς ἐπ' ἀνθρώπῳ, φησὶ, τρόπος ἐστὶν ἡ περιτομὴ, καὶ αὐτὴν νικῶσα τὴν ἐπὶ τῷ σαββάτῳ διάταξιν. ἦν γὰρ ἀνάγκη τῷ παθόντι καὶ θεραπεύεσθαι. τί τοιγαροῦν τὸ ἀπεῖργόν ἐστιν, ἢ πῶς ἂν εὐλόγως διακωλύσειε τὸ πᾶν ὑγιάζεσθαι σῶμα τὸ ἐπὶ τῷ σαββάτῳ νομοθετούμενον, ἀνέγκλητον ἤδη τὴν λύσιν τῇ κατὰ μέρος καὶ βραχὺ θεραπείᾳ συγκεχωρηκός; περιτέμνεται γάρ τις, καὶ θεραπεύεται παθὼν, οὐ κατηγορούμενος ἐν σαββάτῳ. μάτην οὖν ἄρα, φησὶν, ἐπασχάλλετε τῷ τῶν ἀμεινόνων ἐργάτῃ τὴν τοῦ νόμου παράβασιν ἐπιφέροντες, ὅτε μὴ λυπεῖται νόμος καὶ ἐπὶ σμικρᾷ τῇ περιτομῇ παρὰ τοῦ Μωυσέως ἐξωθούμενος. ἀναπλέκεται δὲ διὰ τούτων συλλογισμὸς, ἀναπείθων εἰς συναίνεσιν, ὅτι μὴ προσήκοι λυπεῖσθαι μάτην αὐτοὺς, εἰ τύπος ἤδη τοῦ πράγματος γέγονεν ὁ Μωυσῆς, ᾧ συναγορεύειν παραλόγως ὅτι πρέποι νομίζοντες, καὶ εἰς τὸ χρῆναι μιαιφονεῖν κατεσύροντο παρ' οὐδὲν τὸν δι' ἐκείνου ποιούμενοι νόμον. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε. Ὁ νόμος, φησὶν, ᾧ συναγορεύειν ἐπείγεσθε, δι' ὃν οὕτω καὶ εἰς ἀγρίαν ὀργὴν ἀνεκαύθητε, διαῤῥήδην βοᾷ ὅτι "Οὐ "λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν." οἱ τοίνυν ἐμὲ κατακρίνοντες, ὡς παρανομοῦντα διὰ τὸ σάββατον, καὶ ἐπὶ τούτῳ χαλεπαίνειν ὅτι καὶ μάλα προσήκοι διεγνωκότες, μελετήσατε τὴν εἰς τὸν νόμον τιμήν· δυσωπή-