Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.617
Not analysed yet
θητε τὸ διηγγελμένον Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. εἰ μὲν γὰρ ἔξω τοῦ παρανομεῖν τεθείκατε τὸν Μωυσέα, καὶ τῆς ἐπὶ τούτῳ καταγνώσεως ἀμοιρεῖν εὖ μάλα ποιοῦντες λογίζεσθε, καίτοι παραλύοντα τὸν ἐπὶ τῷ σαββάτῳ θεσμὸν διὰ τὴν ἐκ πατέρων περιτομὴν, ἀπολύσατε τῶν ἐγκλημάτων καὶ τὸν Υἱὸν τῇ τοῦ Πατρὸς ἀεὶ συμφερόμενον γνώμῃ, καὶ τοῖς ἐκείνου συναινοῦντα θελήμασι, καὶ ἅπερ ἂν ἐργάζηται, ταῦτα καὶ αὐτὸν ὁμοίως ποιεῖν εἰθισμένον. εἰ δὲ μόνου καταδικάζετε τοῦ Υἱοῦ, Μωυσέα μὴ κρίνοντες, καίτοι τοῖς ἴσοις, φησὶν, ἐνεχόμενον, οἷσπερ ἂν οἴεσθε κἀμὲ διὰ τὸ σάββατον, πῶς οὐχὶ δὴ τὸν θεῖον πατοῦντες ἁλώσεσθε νόμον, καὶ τοῖς ἄνωθεν ἐνυβρίζοντες ὅροις καταληφθήσεσθε, αἰδοῖ τῇ περί τινας τὸν ἐπὶ τῷ τὰ δίκαια κρίνειν παραφθείροντες λόγον, καὶ τῶν θείων ἐνταλμάτων ποιούμενοι κρείττονα, τὸν ᾧ τὴν ἐκ προσωποληψίας αἰδὼ παρανομοῦντες χαρίζεσθε; Ἐπιτηρείτω δὲ πάλιν ὁ συνετὸς ἀκροατὴς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὴν ἀξιάγαστον τέχνην. νόμου γὰρ ἑνὸς ἐγκαλούμενος λύσιν, διὰ πολλῶν ἄγαν παρανομοῦντας ἐλέγχει, μονονουχὶ τὸ εὐαγγελικὸν ἐκεῖνο λαλῶν "Τί δὲ "βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, "τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς;" κακὸν οὖν ἄρα τὸ κρίνειν ἑτέρους· "Ἐν ᾧ γάρ τις κρίνει τὸν "ἕτερον, ἑαυτὸν κατακρίνει," κατὰ τὸ γεγραμμένον. διάτοι τοῦτο καὶ παρ' αὐτοῦ τοῦ Σωτῆρος ἐλέγετο "Μὴ κρίνετε, "καὶ οὐ μὴ κριθῆτε, μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικα"σθῆτε." καὶ ταῦτά φαμεν ἐν τοῖς καθ' ἡμᾶς· παρανομήσει γὰρ οὐδαμῶς ὁ Χριστὸς, τοὺς ἑαυτοῦ μετατιθεὶς ἐφ' ὅπερ ἂν βούληται νόμους, καὶ τῆς ἀληθείας τὴν εὔχροιαν ταῖς νομικαῖς ἐπιτάττων σκιαῖς· ἵνα δὴ λοιπὸν καὶ εἰς πνευματικὴν