Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.618
Not analysed yet
μεταβάλλοιτο θεωρίαν τὰ παχύτερόν πως τοῖς ἀρχαιοτέροις διατεταγμένα. Ἐπειδὴ δὲ ἅπαξ ὁ λόγος ἡμῖν εἰς τὴν ἐπὶ τῷ σαββάτῳ καὶ τῇ περιτομῇ κατεῤῥύηκε μνήμην, οἶμαι δὴ πάλιν οὐ μεῖον εἰσοίσειν ἤπερ ἔδει τὸ κέρδος τῷ γε ὅλως φιλομαθεῖ, τὸ συνιδεῖν ἀκριβῶς, τοῦ μὲν ἂν εἴη σημαντικὸς ὁ ἐν ἑβδόμῃ σαββατισμὸς, τί δ' αὖ τὸ ὑποδηλούμενον διὰ τῆς ἐν ὀγδόῃ περιτομῆς, ἔτι τε πρὸς τούτῳ τὸ μαθεῖν καὶ διὰ ποίαν αἰτίαν ἡ περιτομὴ καὶ ἐν αὐτῷ λαμβάνεται τῷ σαββάτῳ, τῆς κατὰ νόμον ἀργίας οὐκ ἀνεχομένη· τὸν δὲ ἐφ' ἑκάστῳ λόγον, ὡς ἂν οἷός τε ὦ, διευκρινησάμενος, σαφῆ ποιῆσαι πειράσομαι. προκείσεται δὲ πρῶτος ἡμῖν ὁ περὶ τῆς ἑβδόμης, ἤτοι τοῦ σαββάτου, καὶ τῆς ἀργίας τῆς ἐν αὐτῷ. οὕτω γὰρ ἂν γένοιτο καὶ τῶν ἐφεξῆς πρεπωδεστάτη λίαν ἡ βάσανος. οὐκοῦν ἤδη τὸν πρῶτον ἐπ' αὐτῷ διορισθέντα νόμον, ὅπως τε καὶ τίνα τρόπον ἔφυ, ζητήσωμεν. Ἐπειδὴ γὰρ τῆς ἐν Αἰγύπτῳ δουλείας τὸν Ἰσραὴλ ἐξελὼν πρὸς τὴν ἄνωθέν τε καὶ ἀρχαίαν ἐλευθερίαν ἐκάλει Θεὸς διὰ τοῦ πανσόφου Μωυσέως, καὶ διὰ μέσης θαλάσσης ξηρῷ τρόπον τινὰ καὶ ἀβρόχῳ ποδὶ παραδόξως διενεγκὼν ἐπὶ τὴν τῆς ἐπαγγελίας ἐπείγεσθαι γῆν διεκελεύετο· λοιπὸν ἀναγκαίως προαφαγνίζεσθαι τρόπον τινὰ καὶ προκαθαίρεσθαι προσεθίζων αὐτοὺς, συνεκάλει μὲν εἰς ἐκκλησίαν ἐν τῷ ὄρει Σινᾷ· ἐν πυρὸς δὲ εἴδει καταφοιτήσας ἐπ' αὐτὸ, τὰ πρὸς σωτηρίαν ἐνομοθέτει λέγων "Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, "ὅστις ἐξήγαγέ σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας· οὐκ "ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις σεαυτῷ "εἴδωλον, οὐδὲ πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ "ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς "γῆς. οὐ προσκυνήσεις αὐτοῖς καὶ οὐ μὴ λατρεύσεις αὐτοῖς· "ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτής." ἔδει γὰρ