Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.619
Not analysed yet
ἔδει τῆς τῶν συμφερόντων νομοθεσίας ἐντεῦθεν ἀπάρχεσθαι, καὶ τοῖς εἰς θεογνωσίαν μαθήμασι προμυσταγωγεῖν τοὺς ἅπαξ παραστήσαντας ἑαυτοὺς εἰς δουλείαν καὶ ὑπακοὴν τῷ Θεῷ. ῥίζα γὰρ ἁπάσης ἀρετῆς ἡ θεογνωσία, καὶ κρηπὶς εὐσεβείας ἡ πίστις. ἐπιδείξας τοιγαροῦν ἑαυτὸν, καὶ οἱονεὶ φανερὸν καταστήσας ἤδη, διὰ τοῦ εἰπεῖν Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, καὶ προγεωργήσας ἐν αὐτοῖς τὴν διὰ γνώσεως πίστιν, ἀποφήσας τε παντελῶς τὴν εἰδώλου κατασκευὴν, καὶ προσκύνησιν τῶν ψευδωνύμων θεῶν, ὅτι τὸ παραβαίνειν αὐτοῖς οὐκ ἀζήμιον, καὶ τὴν ἐκ τοῦ μεθίστασθαι κόλασιν εἰς ὄψιν ἄγει βοῶν "Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου "ἐπὶ ματαίῳ," τουτέστιν, οὐ περιθήσεις εἰδώλῳ ματαίῳ τὸ θεῖόν τε καὶ φρικωδέστατον ὄνομα, "οὐ γὰρ μὴ, φησὶ, καθα"ρίσῃ Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ." ἔνοχον τοίνυν ἔσεσθαι διειπὼν οὐ μετρίῳ πταίσματι τὸν, ᾧπερ ἂν γένοιτο φίλον προσκυνεῖν ἑτέρῳ, καὶ ψευδώνυμον ἐπιγράφεσθαι θεὸν, καὶ ἀπειλήσας συμμέτρως, ἅτε δὴ καὶ ἐν ἀρχῇ πρὸς τὸ πιστεύειν ἠγμένοις, καὶ τρυφερωτέραν ἔχουσι τὴν διάνοιαν, τίθησιν ἐφεξῆς, καὶ δεύτερον ὥσπερ διετύπου νόμον "Μνήσθητι, λέγων, τὴν ἡμέραν τῶν σαββάτων ἁγιά"ζειν αὐτήν· ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα "σου, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ "σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον·" εἶτα καὶ τίνα τοῦτο δρῶντες ἀπομιμήσονται χρησίμως ἐπιδεικνύς "Ἐν γὰρ ἓξ "ἡμέραις ἐποίησε, φησὶ, Κύριος τόν τε οὐρανὸν καὶ τὴν γῆν "καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ κατέπαυσε "τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· διὰ τοῦτο ηὐλόγησε Κύριος τὴν "ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν." Τί οὖν ἄρα πάλιν, ἐρεῖ τις, ὁ ἐπὶ τῷ σαββάτῳ παρεδίδου θεσμός; δεύτερος δὲ καὶ γείτων εὐθὺς μετὰ τὴν ἐπὶ ταῖς