Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.620
Not analysed yet
παραβάσεσιν ἀπειλὴν εἰσενήνεκται διὰ ποίαν αἰτίαν; πρὸς δὴ καὶ τοῦτό φαμεν, ὡς ἔδει μὴ μόνον, ὅτι πείσονται τὰ δεινὰ τοῖς παραβαίνουσιν ἀπειλεῖν, μηδὲ μόνῳ τῷ δείματι πρὸς εὐλάβειαν ἀσφαλίζεσθαι τὸν Ἰσραήλ· δουλοπρεπέστερον γὰρ τὸ ἐν φόβῳ θεοσεβεῖν· ἀλλ' ἐπιδεῖξαι καὶ τίνων ἔσονται μέτοχοι, ἢ καὶ εἰς ποῖον καταλήξουσι τέλος οἱ τῆς εἰς αὐτὸν ἀγάπης ἀπρὶξ ἠρτημένοι. διορίζει τοιγαροῦν καὶ δίδωσιν ὡς ἐν τύπῳ τῶν ἐσομένων αὐτοῖς ἀγαθῶν τὴν ὑπόσχεσιν. σκιὰν γὰρ ἔχει ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, καθὰ γέγραπται, καὶ προγύμνασμά τι τῆς ἀληθείας τὸ ἐν αὐτῷ σχῆμα φαίνεται. ἀργεῖν δὲ κελεύει τὴν τελευταίαν τῆς ἑβδομάδος ἡμέραν, τουτέστι τὸ σάββατον, καὶ ἀποπαύεσθαι μὲν ἔργου παντὸς, ἀνίεσθαι δὲ καὶ ἀνάπαυσιν ἐπιτηδεύειν ἐν αὐτῷ, τὴν ἐπὶ τέλει τῶν αἰώνων ἐσομένην τοῖς ἁγίοις ἀνάπαυσίν τε καὶ τρυφὴν διὰ τούτου δηλῶν, ὅτε τῆς ἐν κόσμῳ καταλήξαντες ζωῆς, καὶ τοὺς ἐπὶ ταῖς ἀγαθουργίαις ἱδρῶτας ἀπονιψάμενοι, τὴν ἄπονόν τε καὶ καμάτου δίχα παντὸς διαζήσονται βίον οἱ ἐν Χριστῷ, κατὰ τὸ εἰρημένον περὶ αὐτῶν διὰ τῆς τοῦ προφήτου φωνῆς "Ἐπιλήσονται γὰρ τὴν θλίψιν "αὐτῶν τὴν πρώτην, καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρ"δίαν, ἀλλ' εὐφροσύνη αἰώνιος ἐπὶ τὴν κεφαλὴν αὐτῶν· ἐπὶ "γὰρ κεφαλῆς αὐτῶν αἴνεσις, καὶ εὐφροσύνη καταλήψεται "αὐτοὺς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός." καταλύσαντα τοίνυν, καὶ μονονουχὶ τῶν ἐπὶ τῇ δημιουργίᾳ πόνων καταλήξαντα τὸν Δημιουργὸν ἀπομιμούμενοι καὶ αὐτοὶ, τῶν ἐν τῷδε τῷ βίῳ καμάτων ἀποπαύσονται, πρὸς τρυφὴν ἀναβαίνοντες τὴν ἐπὶ τέλει τῶν αἰώνων δοθησομένην παρὰ Χριστοῦ. καὶ εἰς τοῦτον οἶμαι συντετάσθαι τὸν σκοπὸν τὴν ἐπὶ τῷ σαββάτῳ διατεταγμένην ἀργίαν.