Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.635
Not analysed yet
ὁ μακάριος διὰ θείου προστάγματος πρὸς Φαραὼ τὸν τῶν Αἰγυπτίων ἐστέλλετο τύραννον, ὅτι τῆς μακρᾶς ἐκείνης δουλείας ἀνεῖναι προσήκοι τὸν Ἰσραὴλ ἀπαγγέλλων. καὶ δὴ καὶ ἐβάδιζεν, ὡς ἤδη περιτευξόμενος ὧν εἰρήκαμεν χάριν· ἀλλ' "ἐγένετο, φησὶν, ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι "συνήντησεν αὐτῷ ἄγγελος, καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι· "καὶ λαβοῦσα Σεπφώρα ψῆφον περιέτεμε τὴν ἀκροβυστίαν "τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ "παιδίου μου· καὶ ἀπῆλθεν ἀπ' αὐτοῦ, διότι εἶπεν Ἔστη τὸ "αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου." ἐνταῦθα μοι τίθει τὸ οὖς ἀκριβῶς· Μωυσέα μὲν γὰρ ὁ λεγόμενος ἄγγελος διαχειρίσασθαι καὶ ἀποκτεῖναι ζητεῖ, ἀναχωρεῖ δὲ μόλις αὐτοῦ καὶ ἀπανίσταται, τὴν τοῦ παιδίου περιτομὴν δυσωπούμενος, ἣν διὰ ψήφου Σεπφώρα δημιουργήσασα τὸ χρεὼν ἀποπληρῶσαί φησιν. ἔστη γὰρ τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου, τὸν Μωυσέως ὀλοθρευτὴν ἀποσοβοῦσα, βοᾷ. ἀλλ' εἰ μή τις καὶ τούτοις μυστικὸς ἐνεκρύπτετο λόγος, ποῖον ἂν εἰπέ μοι πιθανὸν ἐπιδείξαιτο νοῦν, τὸ τῇ τοῦ παιδίου περιτομῇ τὸν ἱεροφάντην σώζεσθαι Μωυσέα, καὶ θηρίου δίκην ἐπιπηδῶντα τὸν ὀλοθρευτὴν τῇ τοῦ αἵματος ἐπιδείξει καταλῆξαι μὲν τῆς ἐφόδου λοιπὸν, ἀνασειράζεσθαι δὲ ὥσπερ καὶ ὀπίσω χωρεῖν; οὐκοῦν· ἐπ' ἐκεῖνο γὰρ δὴ καὶ πρῶτον βαδιοῦμαι τῶν ἄλλων· οὐκ ἤρκεσεν εἰς σωτηρίαν τῷ μακαρίῳ Μωυσεῖ τὸ ἐκ τῆς ἰδίας περιτομῆς ἀγαθὸν, ἤτοι καύχημα. δεῖν γὰρ οἶμαι μᾶλλον οὕτως εἰπεῖν. οὐ γὰρ ἀνατρέψει τὸν θάνατον κατὰ παντὸς ἀδιακρίτως ἐρχόμενον, πονηροῦ τε καὶ ἀγαθοῦ, τῆς κατὰ νόμον περιτομῆς ἡ δύναμις. φοβεῖ δὲ καὶ ἄκοντα, καὶ ἀνατρέπει λυσσῶντα, τοῦ νέου λαοῦ, τουτέστι, τῶν εἰς Χριστὸν πεπιστευκότων ἡ ἐν πνεύματι περιτομὴ, διὰ τῆς Σεπφώρας, τουτέστι τῆς Ἐκκλησίας, ἄριστα δὴ λίαν ἐπιτελουμένη.