Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.636
Not analysed yet
Πῶς οὖν, εἴποι τις ἂν καὶ λίαν εἰκότως, ἐν τῇ τοῦ νέου λαοῦ κατὰ πνεῦμα περιτομῇ καὶ ὁ ταύτης ἀπείρατος Ἰσραὴλ περισώζεται; πρὸς δὴ τοῦτό φαμεν, ὡς ὅσον μὲν ἧκεν εἰς τὸ μὴ θελῆσαι τὸν Ἰσραὴλ παραδέξασθαι τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, βεβασίλευκεν ἂν καὶ εἰς τὸ διηνεκὲς ὁ θάνατος· ἐπειδὴ δὲ οἱ πιστεύσαντες παρεδέξαντο, δι' αὐτοὺς εἰς ὅλην διέβη τὴν φύσιν ἡ τῆς ἀναστάσεως χάρις, προτεινομένη τρόπον τινὰ τοῖς ὅλοις διὰ τῆς ἐν πνεύματι περιτομῆς· εἰ καὶ πολλή τις ἡ τῆς ἀναστάσεως ἔν τε τούτοις κἀκείνοις ὁρᾶται διαφορά. οἱ μὲν γὰρ τὸ πιστεύειν εἰς Χριστὸν ἐξωθούμενοι, καὶ ταῖς ἀπειθείαις ὑβρίζοντες τὸν χορηγὸν τῆς ζωῆς, ὅσον εἰς τὸ μόνον ἀναβιῶναι τὴν ἀπὸ τῆς ἀναστάσεως κερδανοῦσι δύναμιν· ἀναβιώσονται γὰρ εἰς κατάκρισιν, οὐκ ἀγαπήσαντες τὸν δικαιοῦντα Χριστόν· οἱ δὲ τῆς τοῦ Σωτῆρος ἀναστάσεως θαυμασταὶ, καὶ τῶν ἐνταλμάτων γνήσιοι φύλακες, "εἰς ἀνάστασιν ζωῆς," καθὰ γέγραπται, τῆς ἐν ᾗπέρ εἰσιν ἐξοιχήσονται γῆς. παραπέμψει τοιγαροῦν ὁ ἐν πνεύματι περιτετμημένος λαὸς καὶ εἰς τοὺς ἀπίστους ἔτι τὸ ἴδιον ἀγαθόν. αὐτῷ γὰρ κυρίως ἡ τῆς ἀναστάσεως ὀφείλεται χάρις, παραπέμψει δὲ καὶ εἰς ἑτέρους αὐτὴν, ὅλην ἐκ τέχνης ἀνασῶσαι τὴν φύσιν ἐθελήσαντος τοῦ Θεοῦ. ὡς γὰρ ὁ Παῦλός φησιν, ὥσπερ ἡμεῖς ἠπειθήσαμέν ποτε τῷ ἐλέῳ τοῦ Ἰσραὴλ, ἵνα διὰ τῆς ἐκείνων εὐπειθείας τὴν διὰ Χριστοῦ κερδάνωμεν χάριν· "οὕτω καὶ "αὐτοὶ νῦν ἠπείθησαν τῷ ἡμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ "πάλιν ἐλεηθῶσι," παραπέμποντος καὶ εἰς αὐτοὺς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ διὰ τῆς ἡμετέρας πίστεως τὸ ἐκ τῆς ἀναστάσεως ἀγαθόν. τὰ γὰρ τοῖς πιστεύουσι χρεωστούμενα, πρεπωδέστερον ὅλῃ δωρεῖται τῇ φύσει. διὰ γάρ τοι τοῦτο καὶ ὁ θεσπέσιος ἡμῖν ἀπόστολος Παῦλος τὸ περὶ τῆς