Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.667
Not analysed yet
οὐδὲν ὅλως φροντίσαντες. ἢ γὰρ οὐχὶ καὶ οὐχ ἑκόντες ἐροῦσιν, ὡς ὁ πάντων τῶν ὄντων ἐπὶ τῆς γῆς τὴν ἡγεμονίαν λαχὼν, καὶ αὐτῶν ἔσται τῶν ἀλόγων ἀθλιώτερος ζῴων, καὶ βιώσεται μὲν ἐλεεινῶς· ὁ δὲ προὔχειν ὀφείλων διὰ τὴν φύσιν, ἐν δευτέροις ἤδη, μᾶλλον δὲ καὶ ἐν τοῖς ἐσχάτοις, κατατετάξεται; εἰ γὰρ ἐκεῖνα μὲν αὐτοκελεύστοις ὁρμαῖς πρὸς τὸ δοκοῦν ἀπονεύει διακωλύοντος οὐδενὸς, καὶ προσίεται μὲν ὅπερ οἶδε λυσιτελοῦν, ἀποτρέχει δὲ τῶν ἀδικεῖν εἰωθότων, πικρῷ δὲ ἡμεῖς τῷ χρόνῳ δεσπότῃ δουλεύσομεν, καὶ ἀπαραίτητον τυραννίδα τὴν ἀπὸ τῶν ὡρῶν ἐξουσίαν σκήπτου τινὸς δίκην ἐπηρτημένην ἐσχήκαμεν, πῶς οὐ πολλῷ τινι μέτρῳ τὰ καθ' ἡμᾶς ἐν χείροσιν, ἢ ἐν οἷς ἐκεῖνά ἐστιν; Ἀλλ' ἐρυθριάσει μὲν, ὡς ἔοικεν, ὁ συνειπεῖν ἐθελήσας, μᾶλλον δὲ καταψεύσασθαι, τῶν ὡρῶν καὶ τῶν εἰς οὐδὲν τῶν τοιούτων πεποιημένων χρόνων, τὴν δὲ ἐν τοῖς δόγμασιν ἀβελτερίαν ἀποκρουόμενος ἥξει λέγων Οὔτε τὴν ὥραν, ὦ οὗτος, ἀλλ' οὐδὲ τὸν χρόνον ἢ τὸν καιρὸν κατεξουσιάζειν τῶν ἀνθρωπίνων διοριζόμεθα, ὥρας γεμὴν εἶναί φαμεν πονηρὰς, καὶ καιροὺς ἐπὶ ταύταις, οἳ ῥαγδαίων ἔσθ' ὅτε πνευμάτων δίκην τοῖς ἀθλίοις ἡμῖν ἐπιθρώσκουσιν. Ἀντεροῦμεν δὲ τούτοις ἡμεῖς Ὦ παράκοποι φρενῶν καὶ ἀκράτῳ μωρίᾳ μεμεθυσμένοι, πῶς ὑμᾶς διέλαθε πάλιν ὅτι κατ' αὐτῆς τῆς ἀνωτάτω πασῶν οὐσίας οἰκεῖον ἐξοπλίζετε νοῦν; ἢ γὰρ οὐκ ἔσται τῶν φαύλων ἐργάτις, εἰ πονηρόν ἐστίν τι τῶν παρ' αὐτῆς γεγονότων; ἀλλὰ τοῦτο μὲν ὡς ἤδη προειρημένον παριππεύσομεν, ἐκεῖνο δὲ μᾶλλον ὑμῖν ἀναπείθεσθαι σπουδάσομεν, πῶς ἂν ἡμᾶς ἡ ὥρα ἢ ὁ καιρὸς