Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.673
Not analysed yet
Ἐκ τοῦ ὄχλου οὖν πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν, καὶ ἔλεγον Ὁ Χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ἔχει ποιῆσαι ὧν οὗτος ἐποίησεν; Ὅσην ὁ λόγος ἐν τούτοις ἔχει τὴν οἰκονομίαν καὶ ὅπως ἡμῖν μετ' ἐκεῖνα πάλιν εὐρύθμως εἰσβέβηκεν, ἄξιον ἰδεῖν. προειρηκὼς γὰρ ὡς ἐζήτουν αὐτὸν Ἰουδαῖοι συλλαβεῖν, καὶ καθεῖρξαι βρόχοις τοῖς ἐξ ἀπονοίας εἰς ὠμὸν οὕτω καὶ οὐκ ἐν καιρῷ μελετώμενον κίνδυνον, τοὺς ὄχλους δεικνύει τοὺς πεπιστευκότας, ἵνα τῶν ἡγουμένων ὁμολογῆται λοιπὸν τὰ ἐπ' αὐτῷ κακουργήματα. τοσοῦτον γὰρ ἀφεστᾶσιν οἱ δῆμοι τοῦ βουλεύεσθαι παροινεῖν ὡς αὐτὸν, ὡς καὶ τὰς ἐκ τῶν θαυμάτων ἤδη συλλέγειν ἐννοίας, καὶ ὅτι προσήκει λοιπὸν τοῖς παρ' αὐτοῦ προσκεῖσθαι μαθήμασι διαῤῥήδην ὁμολογεῖν. λόγος δὲ ἦν, ὡς εἰκὸς, ἐφ' ὅλον τῶν Ἰουδαίων τὸ γένος ἐκτεθρυλημένος, καὶ ἀνὰ πᾶσαν αὐτῶν ἡπλωμένος τὴν χώραν, ὡς ἐπὶ μεγάλοις τισὶν ἡ Χριστοῦ παρουσία γενέσθαι· καὶ τερατουργήσει μὲν ὑπὲρ λόγον, ἀξιολογωτέραν δὲ σφόδρα καὶ τῆς νομικῆς ἀμείνω παιδεύσεως τὴν διδασκαλίαν εἰσοίσει. γυνὴ μὲν γὰρ ἡ Σαμαρεῖτις, ὅτε τὸ ὕδωρ ἀρυσαμένη εἰς τὴν τοῦ Ἰακὼβ ἀφικνεῖτο πηγὴν, καὶ τῷ Σωτῆρι προσδιελέγετο "Οἴδαμεν, φησὶν, ὅτι Μεσσίας ἔρ"χεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ "ἡμῖν πάντα." καὶ τό Οἴδαμεν, ἐν τούτοις, οὐχὶ δὴ πάντως ἐκείνῃ καὶ μόνῃ περιθήσομεν εἰκότως, ἀλλ' ὅλον προσάπτοντες τὸ Σαμαρειτῶν τε καὶ Ἰουδαίων γένος, τὸν ἀρτίως ἡμῖν προσκεκομισμένον βεβαιώσομεν λόγον. οὗτοι δὲ νυνὶ τὰ ἐν λαμπραῖς ἐλπίσι περὶ αὐτοῦ θρυλούμενα τῶν ἤδη παρόντων οὐκ ἐν μείζοσι βλέποντες, μονονουχὶ πρὸς ἀλλή-