Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.674
Not analysed yet
λους τοιαῦτά φασιν Ἐπὶ τίσιν ἡμῖν ὁ νόμος ἀναδειχθήσεσθαι διαμεμήνυκε τὸν Χριστόν; τίνα δὲ αὐτὸν ὁ τῶν ἁγίων προφητῶν κεχρησμῴδηκε λόγος; θαυματουργὸν δηλονότι καὶ τῶν ἀρίστων εἰσηγητήν. ἀλλ' ὁρῶμεν ἄκρως πρὸς ἄμφω τὸν ἤδη παρόντα διαπρεπῆ. ποία σημείων ὑπερβολὴ τοῖς ἔτι τὸ μεῖζον ἐννοοῦσι περιλιμπάνεται; πρὸς τί τῶν δυσχερῶν ἠσθένησεν; τί δὲ ὑπὲρ λόγον καὶ παραδόξως οὐκ εἴργασται; ἐν τίνι τὸ πλέον ἔτι ζητήσωμεν; ἴδωμεν εἰ μὴ λοιπὸν ἐν ὅροις τοῦ παντὸς ἀφικνεῖται θαύματος; τί τὸ ἐν Χριστῷ προσδοκώμενον, ὃ μὴ ἐν τούτῳ φαίνεται; ἀναίσχυντος ἤδη λοιπὸν ἡ τοῦ πιστεύειν παραίτησις, ἀγνώμων ἡ ῥᾳθυμία, καὶ ὁ τῆς μελλήσεως λόγος ἀπίθανος κομιδὴ κατά γε τὸ δεῖν αἱρεῖσθαι τὰ κάλλιστα· ὁμολογείσθω Θεός· τοῦτο γὰρ αὐτὴ τῶν πραγμάτων ἡ φύσις καὶ οὐχ ἑκόντας αἰτεῖ. Οὐκ ἀκόμψως μὲν οὖν οὐδὲ τοῦ πρέποντος ἐξῳκισμένως τὴν τοιαύτην ἄν τις τοῖς Ἰουδαίοις περιθείη φωνήν. σημειωτέον γεμὴν ὅτι ταῖς τῶν ἡγουμένων δυστροπίαις διόλωλε τὸ ὑπήκοον· οἱ μὲν γὰρ ἦσαν ἄριστοι στοχασταὶ τῇ τῶν τελουμένων λαμπρότητι πρὸς τὸ χρῆναι πιστεύειν ποδηγούμενοι, μόνην δὲ περὶ Χριστοῦ μένοντες τῶν ἡγουμένων σύνεσιν· οἱ δὲ οὕτως ἦσαν εἰς ὠμότητα δεινοὶ, ὡς κακοῦν ἐπιχειρεῖν τὸν ἐπὶ μεγάλαις ἐλπίσιν προκατηγγελμένον, διά τε τῶν τελουμένων ἤδη καὶ πεπιστευμένον. Ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα. Ἀσχάλλει μὲν ἡ πληθὺς κατὰ τῶν ἡγουμένων καὶ μάλα