Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.675
Not analysed yet
εἰκότως. ἐποιεῖτο δὲ πολλήν τινα τὴν καταβοὴν περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, οὐχ ὅτι ξένος ἦν καὶ ὑπὲρ ἐλπίδα θαυματουργὸς, ἀλλ' οὐδὲ ὅτι τῆς νομικῆς λατρείας τὰ ἀμείνω παρῆλθεν ἐρῶν· ἀλλ' ὅτι τοῖς ἀρχιερεῦσιν καὶ Φαρισαίοις οὔπω γεγόνει παράδεκτος τοῖς παρὰ Χριστοῦ λεγομένοις ἰσοστατοῦσαν ἔχων τὴν δόξαν, καὶ κατ' οὐδὲν ὅλως ἐν ἐλάττοσιν ὢν ἢ ἐν οἷσπερ ἂν ἐκεῖνον οἱ ἐπ' αὐτῷ διαγγέλλουσι θρῦλοι, ἢ καὶ ὁ τῶν ἁγίων προεκήρυξε προφητῶν λόγος. ὡς οὖν ἤδη φθόνῳ κεκρατημένους ἤπερ ὄντως τῆς τοῦ λαοῦ σωτηρίας πεφροντικότας καταιτιῶνται δικαίως· πολὺς δὲ ὢν τῆς ἐπὶ τούτοις αἰτίας ὁ λόγος οὐ διαλανθάνει τοὺς ἡγουμένους, καὶ προσκέκρουκεν, ὡς εἰκὸς, ἡ πληθὺς, εὐλόγως μὲν ἤδη καταπεπληγμένη τὸν Κύριον, διψῶσα δὲ λίαν τὸ πιστεύειν αὐτῷ καὶ ἤδη πως τῆς τῶν ἀρχόντων πλεονεξίας τὸν ζυγὸν οὐ φέρουσα, μελετῶσα δὲ ὥσπερ ἐκεῖνο δρᾶν τὸ ἐν ψαλμοῖς εἰρημένον "Διαῤῥήξωμεν τοὺς "δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν "αὐτῶν." οὐ γὰρ τοῖς τοῦ νόμου διατάγμασιν ὑποζεύξαντες τῶν ἀγελαίων τὸν νοῦν, ἀλλὰ τοῖς ἰδίοις ὑποθέντες εὑρήμασι, καὶ διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων, τὴν εὐθεῖαν ἀφέντες καὶ ἱππήλατον ἐπὶ κρημνοὺς καὶ βόθρους ἐξέπεμπον τοὺς οἷσπερ ἦν ἤδη καὶ ἐν ἑτοίμῳ τὸ σώζεσθαι, καὶ οἴκοθεν χειραγωγουμένοις πρὸς εὐθύτητα λογισμῶν. Καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν. "Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς" τοῦ νόμου διηγγελκότος, ἄνω τε καὶ κάτω τό "Οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ "κακίᾳ" σαφῶς ἀνακεκραγότος, φονῶσιν οἱ νομοφύλακες, καὶ ἐπὶ τῷ τὰ Μωυσέως ἡγεῖσθαι σεπτὰ καταφρυαττόμενοι,