Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.683
Not analysed yet
ἀλλότριοι, ἄγευστοι διαμενεῖτε τῆς ἐν ἐλπίσι δωρεᾶς, ἀπόσιτοι τῶν θείων ἔσεσθε γάμων, τὴν ἐμὴν οὐκ ὄψεσθε πανήγυριν, οὐκ ἀναβήσεσθε πρὸς τὰς ἄνω μονὰς, ἀλλ' οὐδὲ τῆς τῶν πρωτοτόκων Ἐκκλησίας τὸ κάλλος ἐπαθρήσετε· ἄποπτος ὑμῖν ἡ ἄνω γενήσεται πόλις· οὐ θεωρήσετε τὴν πλουσίαν Ἱερουσαλήμ· ἐκεῖ γάρ με τὸ ἐμὸν δοξολογήσει ποίμνιον, ὑμεῖς δὲ οὐ δύνασθε ἐλθεῖν. οὐ γὰρ παραδέξεται κυριοκτόνους ὁ οὐρανὸς, οὐδὲ ἀνοίξει τοῦ παραδείσου τὰς πύλας τὰ Χερουβὶμ, ἵνα θεομάχος εἰσέλθῃ λαὸς, δυσωπήσει δὲ οὐδαμῶς τὴν φλογίνην ῥομφαίαν ἀνὴρ ταῖς εἰς Θεὸν δυσσεβείαις ἔνοχος· μόνον οἶδε τὸν εὐσεβῆ καὶ τιμᾷ τὸν φιλόθεον, καὶ εἰρήνης σύνθημα ποιεῖται τὴν πίστιν. Τοιαύτην τινὰ θεωρίαν τοῖς εἰρημένοις ἐποίσομεν πανταχόσε τὴν ἀληθῆ, καὶ τοῖς ἐν συνέσει πρέπουσαν ἰχνηλατοῦντες διάνοιαν. ὀλίγα δὲ τούτοις προσθήσομεν ἀποδεικνύντες διὰ τὸ χρήσιμον, ὅσοι μὲν πρὸς ἕξιν ἀναβαίνοντες τὴν φιλόθεον, καὶ συνέσονται καὶ συνεορτάσουσι τῷ Χριστῷ· οἱ δὲ ταῖς Ἰουδαϊκαῖς ἀμαθίαις συντρέχοντες, οὐκ ἐν τούτοις ἔσονται· πόθεν; πικρὰν δὲ τῆς ἀπειθείας πραχθήσονται κόλασιν. οὐκοῦν ὁ θεσπέσιος ἡμῖν εἰσίτω Παῦλος πρὸς τοὺς τῇ ἁμαρτίᾳ νενεκρωμένους ἀναβοῶν "Ἀπεθάνετε γὰρ, καὶ ἡ "ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν ὁ "Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ "φανερωθήσεσθε ἐν δόξῃ." καὶ πάλιν τοὺς περὶ τῆς ἀναστάσεως διεκβιβάζων λόγους "Καὶ ἡμεῖς οἱ ζῶντες, φησὶν, "οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέ"λαις, εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε "σὺν Κυρίῳ ἐσόμεθα." συγγενῆ δὲ τούτοις καὶ αὐτὸς ὁ Σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς διαγορεύων ὁρᾶται. συνεστιώμενος γὰρ αὐτοῖς "Λέγω δὲ ὑμῖν, φησὶν, οὐ μὴ πίω ἀπ' "ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς