Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.684
Not analysed yet
"ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν μεθ' ὑμῶν ἐν τῇ "βασιλείᾳ τῶν οὐρανῶν." ἀλλὰ καὶ τῷ συνανηρτημένῳ λῃστῇ παρ' αὐτὰς τοῦ θανάτου τὰς πύλας διὰ πίστεως τῆς εἰς αὐτὸν τὴν τῶν ἁγίων ἁρπάζοντι χάριν "Ἀμὴν ἀμὴν "λέγω σοὶ, φησὶ, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ." οἱ μὲν οὖν ταῖς εὐπειθείαις τετιμηκότες αὐτὸν, συνέσονται μὲν ἀδιακωλύτως, ἐντρυφήσουσι δὲ τοῖς ὑπὲρ νοῦν ἀγαθοῖς· οἱ δὲ ταῖς ἀπονοίαις ἐξυβρίζειν οὐ παραιτούμενοι, καίτοι τοῦ νυμφῶνος οὐκ ὄντες υἱοὶ, κατοιχήσονται μὲν εἰς ᾅδου στυγνοὶ, πικρὰς ἀποτίσοντες δίκας. "ἐκβληθήσονται" γὰρ, κατὰ τὸ γεγραμμένον, "εἰς τὸ σκότος τὸ ἐξώτερον." ἀληθεύσει τοιγαροῦν ὡς ἐν αἰνίγματι λέγων πρὸς Ἰουδαίους ὁ Κύριος Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς Ποῦ οὗτος μέλλει πορεύεσθαι, ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας; Ὁρᾷς ἐν τούτοις πάλιν Ἰουδαϊκῶν ἀθλιότητα λογισμῶν; ὁρᾷς χαιμαιζήλου διανοίας οἰκτροτάτην ὑπόνοιαν; οὐ γὰρ ὅτι πρὸς οὐρανὸν ἀναβήσεταί φασι, καίτοι διαῤῥήδην ἀκούσαντες "Ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν "πέμψαντά με," ἀλλὰ τὴν τῶν Ἑλλήνων φαντάζονται χώραν, ὥσπερ παρ' ἐκείνοις ὄντος τοῦ πεπομφότος αὐτὸν, πρὸς ὃν καὶ ἐπανήξειν ἐπηγγέλετο. προφητεύει δὲ, ὡς εἰκὸς, διὰ τούτων, καίπερ οὐκ εἰδὼς ὃ λέγει τῶν Ἰουδαίων ὁ δῆμος. διὰ γὰρ θείας τινὸς ἐνεργείας κεκινημένοι δὴ τῇ τῶν ἐθνῶν χώρᾳ χαρίζονται τὸν Χριστὸν, ὡς ἐν ὑποψίας σχήματι τὰ μικρὸν ὕστερον ἀληθῆ δοξάζοντες· ἔμελλε γὰρ καὶ βαδιεῖσθαι ὄντως πρὸς Ἕλληνας καὶ διδάσκειν αὐτοὺς, τὴν ἀχά-