Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.685
Not analysed yet
ριστον τῶν Ἰουδαίων ἀπολακτίσας μητέρα τὴν Ἱερουσαλήμ. ἐπιτήρει δὲ ὅπως οὐχ ἁπλοῦν τὸν ἐπὶ τούτῳ ποιοῦνται λόγον. οὐ γὰρ ὅτι μόνον εἰς τὴν τῶν Ἑλλήνων ἀποδραμεῖται διασπορὰν ὑπολαμβάνουσιν, ἀλλ' ἐπάγουσι δυστρόπως ὅτι καὶ μέλλει διδάσκειν τοὺς Ἕλληνας, ἵνα πάλιν αὐτοῖς κατηγορίας ἀποτέκῃ πρόφασιν καὶ ἡ παρ' αὐτῶν ὑποψία. τὸ μὲν γὰρ ἐπιμίγεσθαι ταῖς τῶν Ἑλλήνων διασποραῖς διὰ τοῦ πρὸς τὰς ἐκείνων ἰέναι πόλεις ἢ χώρας, τετριμμένον τε καὶ ἀκατηγόρητον παρὰ τοῖς Ἰουδαίοις ηὑρίσκετο· τὸ δὲ ἐξηγεῖσθαι τοῖς ἀλλογενέσι τὸν νόμον, καὶ τὰ θεῖα τοῖς ἀμυήτοις ἀνακαλύπτειν μυστήρια, διαβεβλημένον καὶ οὐκ ἀνέγκλητον παρ' αὐτοῖς. καὶ γοῦν ἀδιαφορήσαντάς τινας περὶ τοῦτο κατῃτιᾶτο Θεὸς διὰ τοῦ προφήτου λέγων Ἱερεμίου "Καὶ ἀνέ"γνωσαν ἔξω νόμον." πικρῶς οὖν ἄρα φασὶν ὅτι μέλλει διδάσκειν τοὺς Ἕλληνας, ὡς ἑτοίμως παραβαίνοντα τὸν νόμον διασύροντες, καὶ ἐκ τῶν ἤδη προειργασμένων ἐν ἡμέρᾳ σαββάτου τὸ πάντα πράττειν ἀπερισκέπτως, κἂν τοῖς θείοις ἀπᾴδῃ νόμοις, σύνηθες ὂν αὐτῷ καὶ ἐν τῷ μηδενὶ γεγονὸς πιστεύοντες. Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἑορτῆς τῇ μεγάλῃ εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξε λέγων Ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω. Ζητητέον εὖ μάλα κἀν τούτῳ, τί δὴ πάλιν ὁ σοφώτατος ἡμῖν Εὐαγγελιστὴς ὑπαινίττεται μετὰ πολλῆς τινος ἄγαν τῆς ἐπιτηρήσεως, μεγάλην ὀνομάσας τὴν ἐσχάτην τῆς ἑορτῆς ἡμέραν, ἢ τί τὸ παρασκευάσαν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν