Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.691
Not analysed yet
"ἄλλον·" περὶ δὲ αὐτοῦ γέγραπται τοῦ μακαρίου Ἐλισαίου "Καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων, καὶ ἐγένετο ἐπ' αὐτὸν "χεὶρ Κυρίου." μαρτυρεῖ δὲ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῷ μακαρίῳ Δαυεὶδ, ὡς ἐν Πνεύματι λαλοῦντι μυστήρια. καὶ πολλὰ μὲν ἄν τις ἐπισωρεύσαι ῥᾳδίως τοῖς εἰρημένοις τὰ παραπλήσια, δι' ὧν ἂν γένοιτο καὶ λίαν εὐκόλως δύνασθαι κατιδεῖν πνευματοφοροῦντας τοὺς ἁγίους. ἐν δὲ τοῖς οὕτω προφανεστάτοις τὸ μακροῖς ἐντρίβεσθαι λόγοις περιττὸν, ὡς ἔοικεν, ἢ καὶ ἑτέρως φορτικόν. πῶς οὐκ ἦν Πνεῦμα, ζητητέον ἀκριβῶς. οἶμαι γὰρ δεῖν ἀληθεύειν ἡγεῖσθαι τὸν μακάριον Εὐαγγελιστήν. Οὐκοῦν τὸ μὲν ὄντως ἀληθὲς, αὐτὸς ὁ πάντων ἴδρις ἴστω Θεός· χρὴ γὰρ οὐ περιεργότερον τοῖς ὑπὲρ ἡμᾶς προσβάλλειν ἀποτολμᾶν. πλὴν ὅσον ἔστιν ὡς ἐν εὐσεβέσιν ἰδεῖν λογισμοῖς, τοιοῦτόν τι περὶ ἡμᾶς συμβέβηκε γενέσθαι. γέγονε γὰρ ἐξ ἀρχῆς ἐν ἀφθαρσίᾳ τουτὶ τὸ λογικὸν ἐπὶ γῆς ζῷον, τουτέστιν ὁ ἄνθρωπος. αἴτιον δὲ τῆς ἀφθαρσίας αὐτῷ καὶ τῆς εἰς ἅπασαν ἀρετὴν διαμονῆς, τὸ ἐνοικεῖσθαι παρὰ Θεοῦ Πνεῦμα διεφαίνετο. "ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον "αὐτοῦ πνοὴν ζωῆς," καθὰ γέγραπται. ἀλλ' ἐξ ἀπάτης τῆς ἀρχαίας ἐκείνης ἀπονεύσας εἰς ἁμαρτίαν, εἶτα κατὰ βραχὺ διὰ τῶν ἐφεξῆς πολλὴν εἰς τοῦτο λαβὼν τὴν ἐπίδοσιν, ὁμοῦ τοῖς ἄλλοις ἀγαθοῖς καὶ τὴν τοῦ Πνεύματος ὑπομένει ζημίαν, γέγονέ τε οὕτω λοιπὸν οὐχ ὑπὸ μόνην τὴν φθορὰν, ἀλλὰ καὶ πρὸς πᾶσαν εὔκολος ἁμαρτίαν. ἐπειδὴ δὲ ὁ πάντων γενεσιουργὸς "ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ," καλῶς γε σφόδρα ποιῶν ἐβουλεύσατο, καὶ ἀνακομίσαι πάλιν εἰς τὸ ἀρχαῖον ἠθέλησε τὴν τοῦ ἀνθρώπου φύσιν, ἐπαγγέλλεται μετὰ τῶν ἄλλων ἐπιδώσειν αὖθις αὐτῇ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· οὐ γὰρ ἦν ἑτέρως εἰς ἀκλόνητον στάσιν τῶν