Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.692
Not analysed yet
ἀγαθῶν ἀναδραμεῖν. ὁρίζει τοιγαροῦν τῆς ἐφ' ἡμᾶς τοῦ Πνεύματος καθόδου τὸν καιρὸν, καὶ ἐπαγγέλλεται λέγων "Ἐν ταῖς ἡμέραις ἐκείναις· ταῖς τοῦ Σωτῆρος ἡμῶν δηλαδή· "ἐκχέω· ἀπὸ τοῦ Πνεύματός μου, δηλαδή· ἐπὶ πᾶσαν σάρκα." ἐπειδὴ δὲ τῆς φιλοτιμίας ὁ χρόνος παρεκόμιζεν εἰς μέσον μετὰ σαρκὸς ἐπὶ τῆς γῆς τὸν Μονογενῆ, τουτέστιν, ἄνθρωπον ἐκ γυναικὸς γεγονότα κατὰ τὴν ἁγίαν γραφὴν, ἐδίδου πάλιν τὸ Πνεῦμα ὁ Θεὸς καὶ Πατὴρ, ἐδέχετο δὲ πρῶτος ὡς ἀπαρχὴ τῆς ἀνανεουμένης φύσεως τὸ Πνεῦμα Χριστός. "Ἐμαρ"τύρησε γὰρ Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα "καταβαῖνον ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν." Ἐδέχετο δὲ πῶς; ἐπεξεργαστέον γὰρ ἀναγκαίως τὸ εἰρημένον. ἆρ' ὡς οὐκ ἔχων; οὐ τοῦτό φαμεν· μὴ γένοιτο. ἴδιον γὰρ τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστι, καὶ οὐκ ἔξωθεν, ὥσπερ ἡμῖν ἐπεισκρίνεται τὰ παρὰ Θεοῦ χορηγούμενον, ἀλλ' ἐνυπάρχει φυσικῶς αὐτῷ καθάπερ καὶ τῷ Πατρὶ, καὶ δι' αὐτοῦ πρόεισι τοῖς ἁγίοις κατὰ τὸ ἑκάστῳ πρέπον διανεμηθὲν παρὰ τοῦ Πατρός. εἰληφέναι δὲ λέγεται, καθὸ γέγονεν ἄνθρωπος, καὶ ἦν ἀνθρώπῳ πρέπον τὸ λαβεῖν. καὶ ὥσπερ Υἱὸς ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ γεγεννημένος, καὶ πρὸ τῆς ἐνανθρωπήσεως, μᾶλλον δὲ καὶ πρὸ πάντων αἰώνων, κατ' οὐδὲν ὅλως ἀσχάλλει λέγοντος τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς αὐτὸν ὅτε γέγονεν ἄνθρωπος "Υἱός μου εἶ σὺ, "ἐγὼ σήμερον γεγέννηκά σε." τὸν γὰρ πρὸ αἰώνων ὄντα Θεὸν, ἐξ αὐτοῦ γεγεννημένον, σήμερον γεγεννῆσθαί φησιν· ἵν' ἡμᾶς ἐν αὐτῷ καταδέξηται πρὸς υἱοθεσίαν, ὅλη γὰρ ἦν ἡ ἀνθρωπότης ἐν Χριστῷ, καθόπερ ἦν ἄνθρωπος· οὕτω καὶ τὸ ἴδιον ἔχοντι Πνεῦμα, διδόναι πάλιν αὐτὸ λέγεται τῷ Υἱῷ,