Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.693
Not analysed yet
ἵνα ἡμεῖς ἐν αὐτῷ τὸ Πνεῦμα κερδάνωμεν. ταύτης τοιγαροῦν τῆς αἰτίας ἕνεκα "σπέρματος Ἁβραὰμ ἐπιλαμβάνεται," κατὰ τὸ γεγραμμένον, ὡμοιώθη δὲ "κατὰ πάντα τοῖς ἀδελφοῖς." δέχεται τοίνυν οὐχ ἑαυτῷ τὸ Πνεῦμα τὸ Ἅγιον ὁ Μονογενής· αὐτοῦ γάρ ἐστι καὶ ἐν αὐτῷ καὶ δι' αὐτοῦ τὸ Πνεῦμα, καθάπερ ἤδη προείπομεν· ἀλλ' ἐπείπερ ἄνθρωπος γεγονὼς, ὅλην εἶχεν ἐν ἑαυτῷ τὴν φύσιν, ἵνα πᾶσαν ἐπανορθώσῃ μετασκευάσας εἰς τὸ ἀρχαῖον. Πρὸς δέ γε τοῖς εἰρημένοις κἀκεῖνο περισκεπτέον. ὀψόμεθα γὰρ διὰ λογισμῶν ἰόντες σοφῶν, καὶ τοῖς ἀπὸ τῆς θείας γραφῆς βεβαιούμενοι λόγοις, οὐχ ἑαυτῷ λαβόντα τὸ Πνεῦμα Χριστὸν, ἡμῖν δὲ μᾶλλον ἐν ἑαυτῷ· πάντα γὰρ δι' αὐτοῦ καὶ εἰς ἡμᾶς τρέχει τὰ ἀγαθά. ἐπειδὴ γὰρ ὁ προπάτωρ Ἀδὰμ οὐ διέσωσε τὴν τοῦ Πνεύματος χάριν παρατραπεὶς ἐξ ἀπάτης εἰς παρακοὴν καὶ ἁμαρτίαν, ὅλη τε οὕτως ἐν αὐτῷ ἐζημιοῦτο λοιπὸν ἡ φύσις τὸ θεόσδοτον ἀγαθὸν, ἀναγκαίως ὁ τροπὴν οὐκ εἰδὼς Θεὸς Λόγος γέγονεν ἄνθρωπος, ἵνα λαβὼν ὡς ἄνθρωπος διασώσῃ παγίως τῇ φύσει τὸ ἀγαθόν. τῶν τοιούτων ἡμῖν μυστηρίων ἐξηγητὴς καὶ αὐτὸς εἰσβήσεται ὁ θεῖος μελῳδός· λέγει γὰρ οὕτως πρὸς τὸν Υἱόν "Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· "διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιά"σεως παρὰ τοὺς μετόχους σου." ἐπειδὴ γὰρ, φησὶν, ἠγάπησας ἀεὶ τὴν δικαιοσύνην· δίκαιος γὰρ εἶ ὁ Θεὸς, παρατρέπεσθαί ποι παρὰ τοῦτο μὴ δυνάμενος· ἐμίσησας δὲ τὴν ἀδικίαν ἀεί· φυσικῶς γάρ σοι τὸ μισοπόνηρον ἐμπέφυκεν, ὡς φιλοδικαίῳ Θεῷ· διὰ τοῦτό σε κέχρικεν ὁ Θεὸς καὶ Πατήρ· ὁ γὰρ φύσεως ἰδίας πλεονέκτημα τὴν ἄτρεπτον ἔχων δικαιοσύνην, οὐκ ἂν μετηνέχθης ποτὲ πρὸς ἣν οὐκ ἔγνως