Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.703
Not analysed yet
ζοντες. ἀλλ' ὅπερ ἦν αὐτοῖς ἐν ὑποψίαις κείμενον, τοῦτο παθόντες ὑπέστρεψαν οἱ παρ' αὐτῶν ἀπεσταλμένοι, καὶ ὅπερ ἦν εἰκὸς ἀποφρίττειν ἀκούοντας, καὶ οὐχ ἑκόντες διδάσκονται, καὶ τοῖς παρὰ γνώμην ὁμιλοῦσιν ἀδοκήτως ἀκούοντες Οὐδεποτε ἐλάλησεν οὕτως ἄνθρωπος. Ἐπειδὴ δὲ εἰς ἀπολογίαν τοῦ μὴ ἀγαγεῖν τὸν Κύριον τὰ τοιαῦτά φασι, φέρε δὴ πάλιν ἐκπλατύνωμεν εἰς λόγους τὸ παρ' αὐτῶν εἰρημένον, πανταχοῦ τῆς σαφηνείας τῶν λαλουμένων φροντίζοντες. εἰ γὰρ τῇ μαθήσει, φησὶ, τῶν ἱερῶν ἐντρυφῶμεν γραμμάτων, εἰ τοὺς θείους ἐπαυχοῦμεν ὅτι πεπαιδεύμεθα νόμους, εἰ τὴν σοφίαν, ὡς χρῆμά τι τῶν ὑπερκοσμίων ἀγαθῶν θαυμάζομεν, τί δυσσεβοῦντες ἐλαύνομεν τὸν οὕτω σοφὸν, ἀδικοῦμεν δὲ οὐ μετρίως ὃν ἥκιστα χρὴ, καίτοι μᾶλλον αὐτῷ τὴν ἐξαίρετον χρεωστοῦντες ἀγάπησιν· ἀλλὰ καὶ τοῖς ἐκ νόμου κινδύνοις τὰς ἑαυτῶν ὑποτίθεμεν κεφαλὰς, ἀθῷον καὶ δίκαιον παραλόγως ἀποκτεῖναι διψήσαντες; ταύτην ἂν εἰκότως ὠδίνειν τὴν ἔννοιαν τοὺς παρὰ τῶν ὑπηρετῶν οἰησόμεθα λόγους. οἶμαι δὲ ἔγωγε καὶ πικρότερόν τι διεσκεμμένους εἰπεῖν Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος· μόνον γὰρ οὐχὶ τοῦτό φασιν Οὐκ εὐλόγως ἐπαιτιᾶσθε νυνὶ διαγαγεῖν οὐκ ἰσχύσαντας ὡς ὑμᾶς τὸν ζητούμενον· πῶς γὰρ ἄν τις καὶ οὐκ ἔχοντα βιάσαιτο τὸν ὅσον εἰς λόγους θείαν ἔχοντα φύσιν; ἐλάλει γὰρ οὐχ ὡς ἄνθρωπος, οὐδὲ ἦσαν ἀνθρώπῳ πρέποντες οἱ παρ' αὐτοῦ γεγονότες λόγοι, Θεῷ δὲ μᾶλλον τῷ κατὰ φύσιν ἀκατηγορήτως ἁρμόζοντες. λεγέτω γάρ τις εἰ διαμέμνηται, φασί, τις τῶν ἁγίων προφητῶν χείμαῤῥον ἑαυτὸν ἁλώσεται λέγων, ἢ τίς ἀπετόλμησεν εἰπεῖν "Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω·" πότε δὲ ἡμῖν αὐτὸς ὁ μέγας ἔφη Μωυσῆς "Ὁ πιστεύων εἰς "ἐμὲ, [κἂν ἀποθάνῃ, ζήσεται·] ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ