Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.704
Not analysed yet
"ῥεύσουσιν ὕδατος ζωῆς." ταῦτα δὲ λαλοῦντος ἠκούσαμεν. ἦν οὖν ἄρα φύσει Θεὸς ὁ τοῖς ὑπὲρ ἄνθρωπον λόγοις ἀκινδύνως μεγαλαυχούμενος· τὸ δὲ θηρᾶν ἐπιχειρεῖν ὡς ἐξ ἀνάγκης καὶ βίας τὸν ὑπὲρ τὴν κτίσιν, πῶς οὐκ ἐρεῖ τις ἐπισφαλέστατον; ἢ πῶς ἂν ἥλω πρὸς ἡμῶν οὐχ ἑκὼν ὁ τοσοῦτον ὑπὲρ ἡμᾶς, ὅσον ἀνθρώπου Θεός; οὐκοῦν ἀπόδειξιν ἐναργῆ τοῦ κατὰ φύσιν εἶναι Θεὸν τὸν Κύριον οἱ ὑπηρέται προτείνουσι τό Οὐδέποτε ἐλάλησεν ἄνθρωπος οὕτως. πλήττεται δὲ πανταχόθεν ὁ θεομάχος, καὶ δι' ὧν ἂν νοῆται κατορθοῦν τὸ ποθούμενον, διὰ τούτων αὐτῶν οὐκ εἰδὼς ἐπισφάττεται. Ἀπεκρίθησαν αὐτοῖς οἱ Φαρισαῖοι Μὴ καὶ ὑμεῖς πεπλάνησθε; Ἐντονώτερον Ἰουδαΐζειν τοὺς ὑπηρέτας εἰκός γε δὴ σφόδρα, καὶ προσεδρεύοντας μὲν τοῖς Φαρισαίοις ἀεὶ, καὶ κοινῆς αὐτοῖς μετασχόντας γνώμης, τοὺς δὲ τῶν ἡγουμένων ἀεὶ περιαντλουμένους λόγους, ταῦτα δὲ φρονεῖν ὡς ἀεὶ συνόντας ἀναπεπεισμένους. ἐπειδὴ δὲ ἧκον ἄγοντες μὲν οὐδαμῶς τὸν Κύριον, καταπεπληγμένοι δὲ παρ' ἐλπίδα, καὶ ὃν οὐκ ἔδει μισεῖν ἐν ἀρχαῖς, ὀψὲ καὶ μόλις θαυμάζοντες, καὶ τοὺς ἄλλους ἅπαντας πρὸς αὐτῶν ἀναπείθεσθαι λογιζόμενοι, μετὰ πολλῆς τινος τῆς ἀγωνίας φασί Μὴ καὶ ὑμεῖς πεπλάνησθε; σύνες γὰρ ὅπως ἀπόγνωσίν τινα τῆς ἐπὶ τοῖς δήμοις ἐλπίδος ὠδίνει τὸ εἰρημένον. ὡς γὰρ ἤδη πεπλανημένης τῆς ἄλλης πληθύος, ὅσοιπερ ἦσαν οὐκ ἀσφαλέστεροι, τὸν ἐπὶ τοῖς ὑπηρέταις προΐσχονται φόβον. τὴν μὲν γὰρ ἄλλην, φησὶ, τῶν ἀγελαίων πληθὺν τοῖς ἱεροῖς οὐκ ἐντετριμμένην γράμμασιν, ἀλλ' οὐδὲ τῇ προσεδρείᾳ τῇ πρὸς ἡμᾶς ὠχυρωμένην, διδόσθω τυχὸν ἀπεριεργάστοις αὐτῷ προστεθῆναι